§11Πρώτη μὲν οὖν συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκφύεται διατετρημένου τοῦ πρώτου σπονδύλου τρήμασι τούτων τῶν τοῖς πρώτοις ς΄ σπονδύλοις κοινῶν ὑπαρχόντων διαφερομένοις.
さて、脊髄からの神経の第一の対は、第一椎骨が、最初の六つの椎骨に共通して存在するものの、(それらとは)異なっている孔によって穿たれていることで生じる。
τὰ μὲν γὰρ ἐν ταῖς ἐγκαρσίαις ἀποφύσεσίν ἐστι καὶ οὐδαμῶς τοῦ μυελοῦ ἅπτονται· τὰ δὲ ἁπτόμενα δύο ἐστὸν ἑτέρω, δι’ ὧν ἡ πρώτη νεύρων ἐκπίπτει συζυγία, μίαν μὲν ἔχουσα κατ’ αὐτὸν τὸν νωτιαῖον ῥίζαν, εὐθὺς δὲ δίχα σχισθεῖσα, τῷ μὲν ἑτέρῳ τῶν μορίων ὀπίσω φέρεται, τῷ δὲ θατέρῳ πρὸς τὰ πλάγια.
というのも、一方(の孔)は横突起の中にあり、決して脊髄には触れないが、触れる方の他の二つの孔を通って、第一の神経の対が出てくる。 これは脊髄そのものの部位に単一の根を持っており、直ちに二つに裂け、その一部分は後ろへ運ばれ、他方は側方へと運ばれる。
αὕτη μὲν οὖν μικρά ἐστιν ἡ τῶν νεύρων συζυγία ἐν τούτοις τοῖς ζώοις, ἐν οἷς οἱ πρῶτοι σπόνδυλοι μικροί εἰσιν, ὥσπερ ἐν τοῖς πιθήκοις, μεγάλη δὲ, ἐν οἷς μεγάλοι, ὥσπερ ἐν τοῖς καρχαρόδουσί τε καὶ κερασφόροις.
それゆえ、この神経の対は、最初の椎骨が小さい動物、例えばサルのような動物においては小さく、それが大きい動物、例えば鋸歯類や角を持つものにおいては大きい。
ἐν τούτοις οὖν διὰ μὲν αὐτὸ τὸ μέγεθος ἡ νεύρων ἔκφυσις ἡ πρὸς τὰ πλάγια ἀφικνουμένη εἰς πλείστους μῦς διασπείρεται, τοὺς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἰρημένους.
それゆえ、これらの動物においては、その大きさ自体のために、側方に達する神経の突起は、非常に多くの筋肉、すなわち『解剖実習』において言及された筋肉へと分散している。
ἐν πιθήκοις δὲ τοῖς τῷ ἀνθρώπῳ ἐν ἄλλοις τε πλείστοις μέρεσι καὶ μάλιστα ἐν τραχήλῳ ὁμοιοτάτοις εἰς μόνους τοὺς περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς μῦς ἡ πρώτη νενέμηται συζυγία, καὶ αὐτοὺς οὐκ ἀκριβῶς ὑπὸ τῶν ἀνατομικῶν ἐγνωσμένους.
しかし、他の多くの部位において、そしてとりわけ首において人間に極めて類似しているサルにおいては、第一の対は頭部の関節の周りの筋肉だけに分配されており、それらの筋肉自体も解剖学者たちによって正確には知られていない。
§12Ἡ δὲ δευτέρα τῶν ἀπὸ τοῦ νωτιαίου συζυγία νεύρων ἐκ τῶν ὀπίσω μὲν ἀνίσχει καὶ αὐτὴ μερῶν, οὐ μὴν διὰ τρημάτων γέ τινων, καθάπερ ἡ πρώτη.
脊髄からの第二の対の神経も、それ自体、後ろの部分から生じるが、第一の対のように何らかの孔を通るわけでは決してない。
χώρα γάρ τίς ἐστι καθ’ ἑκάτερον μέρος τῆς ἀκάνθης γυμνὴ τῶν κατὰ τοὺς σπονδύλους ὀστῶν ἐν τῷ μεταξὺ τοῦ τε πρώτου καὶ τοῦ δευτέρου, καθ’ ἣν ἐκφύεται τὰ νεῦρα, μέρει μέν τινι καὶ ταῦτα διὰ τῶν πλαγίων ἐπὶ τὰ πρόσω φερόμενα, συμπλεκόμενά τε τοῖς κατὰ τὴν πρώτην καὶ τρίτην συζυγίαν νεύροις, ὥσπερ καὶ ἡ τρίτη τοῖς ἀπ’ ἐγκεφάλου ἐκφυομένοις·
というのも、棘突起の両側、第一椎骨と第二椎骨の間には、椎骨を構成する骨がない裸の領域があり、そこに沿って神経が生じるからである。 これら(の神経)もある部分においては側方を通って前方へと運ばれ、第一および第三の対の神経と絡み合い、ちょうど第三の対が脳から生じるものと(絡み合う)のと同様である。
ἡ πλείστη δ’ αὐτῶν μοῖρα τοῖς ὀπίσω τοῦ τραχήλου διανέμεται μυσὶν, ἀφ’ ὧν αἱ τῶν πρώτων σπονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν γίγνονται κινήσεις, μετὰ τοῦ καὶ διδόναι τι τοῖς πλατέσι μυσὶ τοῖς κινοῦσι τὰς γνάθους.
しかし、それらの大部分は首の後ろの筋肉に分配され、それらの筋肉によって最初の椎骨同士の、また頭部に対する運動が起こる。 同時に、顎を動かす扁平な筋肉にもいくらか(の枝)を与えている。
ὅσον δ’ ὑπόλοιπον αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται τοῦτο, τὴν ὀπίσω χώραν αὐτῆς ἅπασαν διαπλέκον, τά τε περὶ τὰ ὦτα μόρια, καὶ τὰ μέχρι τῆς κορυφῆς τε καὶ τῆς ἀρχῆς τοῦ βρέγματος.
それらの残りの部分は頭部へと上行し、頭部の後ろの領域全体、耳の周りの部分、そして頭頂部および前頭部の始まりに至るまでを網羅している。
οὕτως μὲν καὶ τὸ εἰς πρόσω φερόμενον σχεδὸν καὶ αὐτὸ εἰς ἅπαν τὸ πρόσω τῆς κεφαλῆς μέρος διασπείρεται.
このようにして、前方へと運ばれる部分も、ほとんどそれ自体、頭部の前部全体に分散している。
§13Ἡ δὲ τρίτη συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ μὲν τῶν πλαγίων μερῶν φύεται, καθ’ ὃ συμβάλλοντες ἀλλήλοις ὁ δεύτερός τε καὶ τρίτος σπόνδυλος ἐργάζονται τρῆμα κοινὸν στρογγύλον, ἴσον εὖρος τῷ πάχει τοῦ νεύρου.
脊髄からの第三の対の神経は、側方の部分から生じる。 そこでは、第二椎骨と第三椎骨が互いに合わさることで、神経の太さに等しい幅を持つ、共通の丸い孔が形成されている。
σχιζομένη δ’ αὐτίκα τῷ μὲν ἑτέρῳ τῶν μερῶν ὀπίσω φέρεται διὰ βάθους τῶν ἐνταῦθα μυῶν, ἀπονεμήσεις αὐτοῖς διδοῦσά τινας· ἔπειτα ἀνίσχει παρ’ αὐτὴν τὴν ἄκανθαν τῆς ῥάχεως.
これは直ちに裂け、その一方の部分は、その場所にある筋肉の深部を通って後ろへと運ばれ、それらにいくつかの分配を与え、その後、脊柱の棘突起そのものの傍らに現れる。
ἐντεῦθέν τε πάλιν ἐπὶ τὰ πρόσω φέρεται τὸ νεῦρον τοῦτο λοξὸν, εἰς τοὺς ὀπίσω τοῦ ὠτὸς μῦς διασπειρόμενον, ἓν ἑκατέρωθεν·
そしてそこから再び、この神経は斜めに前方へと運ばれ、耳の後ろの筋肉へと分散する、左右それぞれに一つずつ。
τοῦτο γὰρ ἀεὶ, κᾂν μὴ λέγω, ὑπό σου ἐνθυμούμενον βούλομαι.
というのも、このこと(左右それぞれに一つずつあること)は、私が言わなくても、あなたによって常に心に留められていることを私は望むからである。
τῷ δὲ ἑτέρῳ τῶν μερῶν πρόσω φερομένῳ αὐτὴ τρίτη ἡ συζυγία, καθ’. ἣν ὁ λόγος ἐστὶ, προσχώροις ἐκφύσεσιν ἐπιμίγνυται, ἀπονεμήσεις τέ τινας ἄλλοις τε τοῖς ἐκεῖ οὖσι σώμασι, καὶ τοῖς πλατέσι μυσὶ, τοῖς δὲ καὶ τούτοις πρόσω τοῦ ὠτὸς πέμπει, καὶ τοῖς τὰς γνάθους κινοῦσι, καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχηλον ὀπίσω κατὰ τῆς συμπάσης κεφαλῆς διανέμεται.
前方へと運ばれる他方の部分については、論じられているこの第三の対自体が、近隣の流出部と混ざり合い、そこにある他の組織や扁平な筋肉、また耳の前方にある筋肉、顎を動かす筋肉にいくつかの分配を送り、また、頭部全体に対して首全体を後ろにそらす筋肉にも分配される。
ἐπιμίγνυται δ’ αὐταῖς τὸ πρόσω φερόμενον ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μετὰ ταῦτα ῥηθησομένῃ τῇ τετάρτῃ.
また、前方へと運ばれる部分は、両方の対、すなわち先に述べた第二の対と、この後で語られる第四の対の両方と混ざり合う。
καὶ τήν γ’ ἀκριβῆ νομὴν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις αὐτῶν ἴσχει, καθ’ ἕτερον εἰρήσεται λόγον.
そして、首の前部においてそれらの結合が持つ正確な分布については、別の箇所で語られるであろう。
ἐν δὲ τῷ παρόντι χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ τῆς κεφαλῆς μυσὶν αὐτὴ χορηγεῖ τὰ νεῦρα, καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσι.
しかし現在においては、次のことだけを知っておくべきである。 すなわち、第三および第四の対が、首と頭部に共通する筋肉、および顎を動かす筋肉、さらには耳の後ろのすべての部分に、自ら神経を供給しているということである。