§5.1ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν §5.2τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ §5.3ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
高き徳とオリンピアでの冠の、そしてたゆまぬ足のミュール馬車の甘き精華を、オケアノスの娘よ、朗らかな心でもって、そしてプサウミスの贈り物を、受け取りたまえ。
§5.4ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον §5.5βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις §5.6ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,
彼はそなたの、民を育む都市カマリナを高めつつ、神々の最も大いなる祝祭において、六つの二重の祭壇を、牛の犠牲のもと、また五日間にわたる競技の競い合いにおいて、誉れ高く祀った。
§5.7ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν
馬と、ミュールと、そして一頭立ての競馬でもって。
§5.8νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
そしてそなたに輝かしい栄誉を、勝利した彼は捧げ、己の父アクロンと、新しく建てられた住処を布告させたのだ。
§5.9ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων §5.10σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν §5.11τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,
オイノマオスとペロプスの麗しき住処から来て、都市を護るパラスよ、彼はそなたの聖なる森を、そしてオアニス川を、また地元の湖を歌う。
§5.12καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν, §5.13κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, §5.14ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
また、ヒッパリス川がそれによって民を潤す荘厳な水路を歌い、立ち並ぶ住処の、高くそびえる木立を速やかに組み上げ、この市民の民衆を、困窮から光へと導き出す。
しかし常に、卓越した業をめぐっては、労苦と費用が、危険に覆われた事業へと向かって闘うのだ。
ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
そして、成し遂げた人々は、市民たちからも知者であると見なされる。
§5.17Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον §5.18τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον, §5.19ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
雲を高く従える救い主ゼウスよ、クロニオスの丘に住まい、広く流れるアルペオス川と、イダイオスの神聖な洞窟を尊ぶお方よ、リディアの笛に乗せて声を上げつつ、私はそなたの嘆願者として参りました。
§5.20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς §5.21δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις §5.22ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
この都市を、輝かしい、優れた男子たちでもって飾ってくださるよう、また、オリンピアの勝利者よ、そなたがポセイドンの馬たちを楽しみつつ、朗らかな老齢を最期まで全うできるようにと、願い求めつつ。
§5.23υἱῶν, Ψαῦμι, παρισταμένων.
プサウミスよ、息子たちがそばに付き添うなかで。
ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει, §5.24ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
もし誰かが健やかな富を培い、己の財産で満足しつつ、さらに良き名声をも加えているのなら、神になろうと求めてはならぬ。