Humanitext Reader

ピンダロス · オリュンピア祝勝歌 §2.1-2.100

テロンの勝利と死後の応報と魂の転生

2 / 15 箇所 · ギリシア語

要旨

詩人はアクラガスの僭主テロンのオリンピア馬車競走での勝利を祝い、彼の祖先の労苦と栄光を称える。さらに、魂の転生と死後の賞罰の神話を提示し、テロンの寛大さを妬む者を退けながら、その功績を砂の数に例えて無限のものとして称賛する。

§2.1ἀναξιφόρμιγγες ὕμνοι, §2.2τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;
竪琴を支配する賛歌よ、我らはどの神を、どの英雄を、そしてどの人間を歌うべきか。
§2.3ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης §2.4ἀκρόθινα πολέμου·
まさに、ピサはゼウスのものであり、オリンピアの祝祭はヘラクレスが戦の初物として創設した。
§2.5Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
そして、テロンは勝利をもたらした四頭立て馬車のゆえに、大声で称えられるべきである。
§2.6γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος, §2.7εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·
彼は客人たちに対して正義を重んじ、アクラガスの支柱であり、高名な祖先たちの精華にして都市を正しく導く者。
§2.8καμόντες οἳ πολλὰ θυμῷ §2.9ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν
彼ら祖先は、心に多くの労苦を重ねて、川のほとりの聖なる住処を手に入れ、シケリアの瞳となった。
§2.10ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων §2.11γνησίαις ἐπʼ ἀρεταῖς.
そして運命の生涯が彼らに付き従い、生まれながらの卓越性に対して富と栄誉をもたらした。
§2.12ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
されど、おお、レアの息子なるクロノスの子よ。
§2.13ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
オリンポスの地、競技の頂点、そしてアルペイオスの流れを支配される御身よ。
§2.14εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον §2.15λοιπῷ γένει.
我が歌に心を和らげ、慈悲深く、彼らの子孫たる残された世代のために、祖先の土地をなお守り伝えたまえ。
τῶν δὲ πεπραγμένων §2.16ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν §2.17χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
すでになされた事柄は、正義に適うものであれ正義に反するものであれ、万物の父なる時であっても、その行為の結末をなかったことにはできない。
§2.18λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
しかし、幸いなる運命とともに、忘却が訪れるかもしれない。
§2.19ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
なぜなら、気高き喜びのもとでは、苦痛は屈服させられて消え去るからである。
§2.20παλίγκοτον δαμασθέν, §2.21ὅταν θεοῦ Μοῖρα πέμπῃ §2.22ἀνεκὰς ὄλβον ὑψηλόν.
神の運命が、幸福を高く引き上げるときには。
ἕπεται δὲ λόγος εὐθρόνοις §2.23Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺ
この言葉は、美しい玉座に座すカドモスの娘たちにも当てはまる。
§2.24κρεσσόνων πρὸς ἀγαθῶν.
彼女たちは大いなる苦難を経験したが、より優れた善きものによって、重い悲しみは消え去った。
§2.25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ §2.26κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί, §2.27καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
雷の轟音によって命を落とした、豊かな髪を持つセメレは、神々の間で生きており、パラスは常に彼女を愛し、父ゼウスも深く愛し、ツタをまとう彼女の息子もまた彼女を愛している。
§2.28λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ §2.29μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον §2.30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον.
また人々は、海の底でネレウスの海の娘たちとともに、イノにも不死の生が永劫にわたって定められたと語る。
ἤτοι βροτῶν γε κέκριται §2.31πεῖρας οὔ τι θανάτου, §2.32οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου, §2.33ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν·
実に、人間にとっては、死という結末がいつ訪れるのか、あるいは、太陽の娘たる穏やかな一日を、いつ揺るぎない善きもののうちにとどめて終えることができるのか、あらかじめ定められてはいない。
ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαι §2.34εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
だが、喜びと労苦の異なる流れが、時を違えて人間に押し寄せる。
§2.35οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιον §2.36τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ §2.37ἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ·
そのように、彼らの先祖伝来の幸福な宿命を司る運命もまた、神の与える富とともに、別の時には再び一転して何らかの苦難をもたらす。
§2.38ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς §2.39συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν §2.40παλαίφατον τέλεσσεν.
あの時以来、運命づけられた息子が道で出会ったライオスを殺し、プュトで告げられていた古き神託を果たした時以来。
§2.41ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺς §2.42ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·
そして、鋭く見張っていた復讐の女神が、互いに殺し合うことによって、彼の勇猛な一族を滅ぼした。
§2.43λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις §2.44ἐν μάχαις τε πολέμου §2.45τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·
しかし、ポリュネイケスが倒れた後、テルサンドロスが生き残り、若き日の競技や戦争の戦いにおいて重んじられ、アドラストスの一族の家系を支える若枝となった。
§2.46ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου §2.47ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
この家系の根を受け継ぐアイネシダモスの息子は、讃美の歌と竪琴の調べを受けるにふわしい。
§2.48Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς §2.49γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν §2.50Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων §2.51ἄγαγον.
なぜなら、彼自身がオリンピアで栄誉を勝ち取り、プュトとイストモスにおいては、同じ遺産を分かつ兄弟に対して、美の女神たちが、12周の競走を走る四頭立て馬車の勝利の花冠を共にもたらしたからである。
τὸ δὲ τυχεῖν §2.52πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
そして、試みにおいて、競技に勝利することは、悩める心を苦悩から解放する。
§2.53ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν §2.54καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
まさに、卓越性によって飾られた富は、あれこれの機会をもたらし、深く激しい探求心を呼び覚ます。
§2.55ἀστὴρ ἀρίζηλος, ἐτήτυμον §2.56ἀνδρὶ φέγγος·
それは一際輝く星であり、人間にとっての真実の光である。
εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
もしこれを持つ者が未来を知っているなら。
§2.57ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες §2.58ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ §2.59ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ §2.60λόγον φράσαις ἀνάγκᾳ·
すなわち、ここで死んだ者たちの不届きな魂はただちに罰を受け、このゼウスの支配下で犯された罪悪を、大地の底である者が、容赦なき必然性に従って判決を下すということを。
§2.61ἴσαις δὲ νύκτεσσιν αἰεί, §2.62ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον §2.63ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
常に等しい夜と、等しい昼の中に太陽の光を浴びながら、善き人々は労苦の少ない生を受け取る。
§2.64οὐδὲ πόντιον ὕδωρ §2.65κεινὰν παρὰ δίαιταν·
彼らは、わずかな糧のために、力づくで大地を耕すことも、海の水をかき乱すこともしない。
ἀλλὰ παρὰ μὲν τιμίοις §2.66θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται §2.67αἰῶνα·
だが、誓いを守ることを喜んだ尊き神々の傍らで、彼らは涙のない生涯を過ごす。
τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον
しかし、悪人たちは見るに堪えぬ苦難に耐え忍ぶ。
§2.68ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς §2.69ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν §2.70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν·
そして、生と死のどちらの世界においても三度、自らの魂を不正から完全に遠ざけ通す勇気のあった人々は、ゼウスの道を通ってクロノスの塔のほりへと旅立つ。
ἔνθα μακάρων §2.71νᾶσος ὠκεανίδες §2.72αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
そこは祝福された者たちの島であり、オーケアノスの微風が吹き巡り、黄金の花々が燃え立つ。
§2.73τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,
あるものは陸の輝かしい木々に咲き、あるものは水が育む。
§2.74ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις §2.75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
彼らはラダマンテュスの公正な裁きに従って、その花を首飾りや冠として手首に編み込む。
§2.76ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,
偉大なる父は、彼を自らの忠実な陪席者としている。
§2.77πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
彼は、万物の母にして最高位の玉座を占めるレアの夫である。
§2.78Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·
ペレウスとカドモスも彼らの中に数えられている。
§2.79Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ §2.80λιταῖς ἔπεισε, μάτηρ·
また、アキレウスの母は、嘆願によってゼウスの心を説得し、彼をそこへ連れて行った。
§2.81ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας §2.82ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν, §2.83Ἀοῦς τε παῖδʼ Αἰθίοπα.
アキレウスは、トロイアの無敵で揺るぎない支柱であったヘクトルを倒し、キュクノスに死をもたらし、暁の女神の子なるアイティオピア人を討った。
πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη §2.84ἔνδον ἐντι φαρέτρας §2.85φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων §2.86χατίζει.
私の抱えた矢筒の内には、賢者たちには言葉を語りかけるが、大衆に対しては通訳を必要とする、多くの速き矢がある。
σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ·
生まれつき多くのことを知る者こそが賢者である。
μαθόντες δὲ λάβροι §2.87παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον §2.88Διὸς πρὸς ὄρνιχα θεῖον.
他方、学んだだけの者たちは、おしゃべりで騒がしく、カラスのように、ゼウスの聖なる鳥に向かって無駄に鳴き立てる。
§2.89ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
さあ、弓の狙いを定めよ。
§2.90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες;
我が心よ、穏やかな心から再び栄光ある矢を放って、我らは誰を射ようとするのか。
ἐπί τοι §2.91Ἀκράγαντι τανύσαις §2.92αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ
アクラガスに引き絞りつつ、私は真実の心をもって誓いの言葉を述べよう。
§2.93τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον §2.94εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα §2.95Θήρωνος.
この百年間に、アクラガスの街が、友に対してこれほど深い好意の心を持ち、惜しみなく手を差し伸べる恩人を、テロン以上に生み出すことはなかったと。
ἀλλʼ αἶνον ἔβα κόρος §2.96οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,
しかし、不当な不満が称賛に襲いかかった。
§2.97τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς §2.98ἔργοις·
それは正義によらず、狂暴な者たちによるもので、おしゃべりを好み、高貴な人々の美しき業績を覆い隠そうとする。
ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, §2.99καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν §2.100τίς ἂν φράσαι δύναιτο;
なぜなら、砂の数が数えきれないように、彼が他人に与えた喜びのすべてを、一体誰が語り尽くせようか。

語釈・文法注

  1. §2.6ὄπι δίκαιον ξένων — ὄπι は ὄπις(神罰、畏敬、配慮)の単数与格。ここでは「客人への配慮(もてなしの正義)において正しい(義に厚い)」という限定あるいは関係の与格として機能している。
  2. §2.24πρὸς ἀγαθῶν — 前置詞 πρὸς(属格支配)は、ここでは「〜に対抗して、〜に直面して」または原因・起源(〜によって)を意味する。主語である πένθος(悲しみ)が「より優れた善(より勝った幸運)に屈して退く、あるいは打ち消される」という論理構造を示す。
  3. §2.32οὐδʼ ἡσύχιμον ἁμέραν... — 文頭の κέκριται(定められていない)が、第一の対格語句である πεῖρας θανάτου(死の境界)のみならず、第二の対格語句である ἡσύχιμον ἁμέραν... τελευτάσομεν(いつ穏やかな一日を終えるか)にも及ぶ、長大な語順の倒置・並列構造である。
  4. §2.54βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν — 修飾語の割込み(hyperbaton)。形容詞 βαθεῖαν(深い)と ἀγροτέραν(激しい、狩り立てるような)が、中央の名詞 μέριμναν(配慮、探求心)を挟み込んで強く修飾している。

この箇所を引用する

ピンダロス, オリュンピア祝勝歌 §2.1-2.100. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:2.1-2.100

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。