Humanitext Reader

ピンダロス · オリュンピア祝勝歌 §1.1-1.116

ヒエロンの勝利の賛美とペロプスの神話

1 / 15 箇所 · ギリシア語

要旨

詩人は水、黄金、太陽、そしてオリンピアの競技を最上のものとして称え、シラクサの僭主ヒエロンの競馬での勝利を祝う。続いて、ペロプスがポセイドンの助けを借りてオイノマオスとの戦車競走に勝ち、ヒッポダメイアを妻に得た神話を語り、人間の節度と詩の不滅の栄光を説く。

§1.1ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
水は最上のものであり、黄金は燃え盛る火のようである。
§1.2ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
それは、夜にあって他を圧し、誇り高き富の中で一際輝く。
§1.3εἰ δʼ ἄεθλα γαρύεν §1.4ἔλδεαι, φίλον ἦτορ, §1.5μηκέθʼ ἁλίου σκόπει §1.6ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,
もし汝が競技について歌うことを望むなら、我が愛する心よ、昼のうちに、太陽よりも温かく、荒涼たるアイテールを抜けて輝く他の星を求めてはならぬ。
§1.7μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·
また、オリンピアよりも優れた競技を我らが語ることもない。
§1.8ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται §1.9σοφῶν μητίεσσι, κελαδεῖν §1.10Κρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένους §1.11μάκαιραν Ἱέρωνος ἑστίαν,
そこから、数多の呼び声高き賛歌が、賢者たちの知恵を包み込み、彼らがクロノスの子を称えるために、富裕で祝福されたヒエロンの炉辺へと至るのだ。
§1.12θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ §1.13Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, §1.14ἀγλαΐζεται δὲ καὶ §1.15μουσικᾶς ἐν ἀώτῳ,
彼は、羊の群れ豊かなシケリアにおいて正義の王笏を執り、あらゆる卓越の頂点(花)を摘み取り、また詩歌の精華によって美しく飾られている。
§1.16οἷα παίζομεν φίλαν §1.17ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν.
それは、我ら男たちが親しいテーブルを囲んでしばしば戯れるようなもの。
ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
さあ、ドーリスの竪琴を釘から取り外すがよい。
§1.18λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις §1.19νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
もし、ピサとフェレニコスの恩恵が汝の心を、もっとも甘美な想いのうちに置いたというのなら。
§1.20ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας §1.21ἀκέντητον ἐν δρόμοισι παρέχων,
あの馬がアルペイオスの傍らを疾駆したとき、その身体に鞭を当てることなく競走を駆け抜け、その主人を勝利へと導いた。
§1.22κράτει δὲ προσέμιξε δεσπόταν, §1.23Συρακόσιον ἱπποχάρμαν βασιλῆα.
シラクサの、馬を愛する王を。
λάμπει δέ οἱ κλέος §1.24ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
そして彼の栄光は、優れた人々の住まうリディア人ペロプスの植民市において輝いている。
§1.25τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος
このペロプスを、大いなる力を持つ、大地を揺るがすポセイドンが深く愛したのだ。
§1.26Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ §1.27ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
クロトが、清らかな大釜から彼を取り上げ、象牙で美しく飾られた肩を持つ彼を現したときに。
§1.28ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον §1.29δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
実に驚くべきことは多く、人間の噂は真実の言葉を超えて、色鮮やかな偽りによって飾られた神話が人々を欺くこともある。
§1.30Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, §1.31ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν §1.32ἔμμεναι τὸ πολλάκις·
恩恵(カリス)こそが、凡ての人間の甘美なものを創り出し、誉れを与え、信じ難いことすらもしばしば信じるに足るものとなさしめるのだ。
§1.33ἁμέραι δʼ ἐπίλοιποι §1.34μάρτυρες σοφώτατοι.
来たるべき日々こそが最も賢明な証人である。
§1.35ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά·
人間は神々について善きことを語るのがふさわしい。
μείων γὰρ αἰτία.
その方が非難が少ないからだ。
§1.36υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,
タンタロスの子よ、私は先人たちとは逆に、汝について語ろう。
§1.37ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον §1.38ἐς ἔρανον φίλαν τε Σίπυλον, §1.39ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, §1.40τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι §1.41δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις §1.42ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
汝の父が、最も秩序ある宴へと、愛するシピュロスへと神々を招き、神々に対して返礼の饗宴を供したとき、そのとき、輝く三叉戟を持つ神(ポセイドン)が、欲望に心を征服され、黄金の馬に乗せて汝を拐い、広く尊ばれるゼウスの最高の宮殿へと連れ去ったのだと。
§1.43ἔνθα δευτέρῳ χρόνῳ §1.44ἦλθε καὶ Γανυμήδης §1.45Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.
そこには、後にガニュメデスもまたゼウスのために、同じ用件でやって来た。
§1.46ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον, §1.47ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
汝が姿を消し、探しまわる人々が汝を母のもとへ連れ戻せなかったとき、嫉妬深い隣人の誰かが、たちまち密かに噂を立てた。
§1.48ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν §1.49μαχαίρᾳ τάμον κάτα μέλη, §1.50τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶν §1.51σέθεν διεδάσαντο καὶ φάγον.
煮えたぎる水の、燃え盛る火の極みの中へと、刃物で汝の身体を切り刻んで投げ入れ、テーブルを囲んで、最後に、その肉を分け合って食べてしまったのだと。
§1.52ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν.
私にとって、神々の誰かを大食漢と呼ぶことは不可能だ。
ἀφίσταμαι.
私は身を引く。
§1.53ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
利益なき不名誉は、しばしば悪口を言う者たちに災いをもたらす。
§1.54εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ §1.55ἐτίμασαν, ἦν Τάνταλος οὗτος·
もし、オリンポスの見張り番(神々)が人間を重んじたとすれば、それはこのタンタロスであった。
ἀλλὰ γὰρ καταπέψαι §1.56μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν
だが、彼は大いなる幸福を消化することができず、奢りによって途方もない破滅を身に招いた。
§1.57ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον, §1.58τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
父(ゼウス)は彼の頭上に重き岩を吊り下げ、彼はそれを常に避けようと願いつつ、頭上から喜びを遠ざけて彷徨っている。
§1.59ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
彼はこのどうすることもできぬ、絶えざる労苦の生を送っている。
§1.60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
三つの苦難に続く第四の苦痛を。
§1.61ἁλίκεσσι συμπόταις §1.62νέκταρ ἀμβροσίαν τε §1.63δῶκεν, οἷσιν ἄφθιτον
彼が不死の神々から盗み出し、自らの同世代の飲み仲間たちにネクタルとアンブロシアを与えたからだ。
§1.64θῆκαν.
それによって神々は彼を不死としていたのだ。
εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
もし、人間が何かを成して神を欺き得ると望むなら、それは誤りである。
§1.65τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν §1.66μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
それゆえ、不死の神々は彼の息子を再び速やかな死の定めを持つ人間の世代へと戻したのだ。
§1.67πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν §1.68λάχναι νιν μέλαν γένειον ἔρεφον. §1.69ἑτοῖμον ἀνεφρόντισεν γάμον
そして、彼が美しい花の咲く年頃を迎え、産毛が彼の黒い顎を覆い始めたとき、彼はすぐさま、手に入れるための婚姻を考えた。
§1.70Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν §1.71σχεθέμεν.
ピサの父のもとから、名高きヒッポダメイアを得ることを。
ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ §1.72ἄπυεν βαρύκτυπον §1.73Εὐτρίαιναν·
彼は暗闇の中、一人で灰色なす海の近くに行き、重く響く三叉戟の神(ポセイドン)を大声で呼んだ。
ὁ δʼ αὐτῷ §1.74πὰρ ποδὶ σχεδὸν φάνη.
すると神は彼の足元のすぐ近くに現れた。
§1.75τῷ μὲν εἶπε·
彼は神に言った。
φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν §1.76τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
「ポセイドンよ、もしアプロディテの親しき贈り物が恩恵へと至るなら、オイノマオスの青銅の槍を阻んでください。
§1.77ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων §1.78ἐς Ἆλιν, κράτει δὲ πέλασον.
そして私を、最も速き戦車に乗せてエリスへと送り届け、勝利へと近づけてください。
§1.79ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαις §1.80ἐρῶντας ἀναβάλλεται γάμον §1.81θυγατρός.
彼は十三人もの男たちを殺し、娘の結婚を引き延ばしているのですから。
ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
大いなる危機は、臆病な男を捕らえることはありません。
§1.82θανεῖν δʼ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον §1.83γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, §1.84ἁπάντων καλῶν ἄμμορος;
死が避けられぬものであるなら、なぜ人は名もなき老いを暗闇の中に座して無為に過ごし、あらゆる美しきものから遠ざかるべきでしょうか。
ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλος §1.85ὑποκείσεται·
私にとって、この競技は引き受けられるべきものです。
τὺ δὲ πρᾶξιν φίλαν δίδοι.
汝は私に愛すべき成就を与えてください。
§1.86ὣς ἔννεπεν·
」彼はそう語った。
οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι.
そして無駄な言葉に手を伸ばしたのではなかった。
τὸν μὲν ἀγάλλων θεὸς §1.87ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.
神は彼を栄えさせ、黄金の戦車と、翼を持ち疲れを知らぬ馬たちを与えた。
§1.88ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·
彼はオイノマオスの力に打ち勝ち、乙女を妻として得た。
§1.89τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
そして彼女は、卓越性を切望する、六人の指導者たる息子たちを産んだ。
§1.90νῦν δʼ ἐν αἱμακουρίαις §1.91ἀγλααῖσι μέμικται,
今や、彼は流血の供犠のうちに栄光とともに加わっている。
§1.92Ἀλφεοῦ πόρῳ κλιθείς, §1.93τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ.
アルペイオスの流れの傍らに横たわり、多くの賓客が集まる祭壇の傍らに、人々に囲まれた墓を持って。
τὸ δὲ κλέος §1.94τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
そしてその栄光は遠くから輝きを放つ、オリンピアの競争において。
§1.95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται §1.96ἀκμαί τʼ ἰσχύος θρασύπονοι·
そこでは足の速さが競われ、勇猛に労苦に耐える力の極みが競われる。
§1.97ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον §1.98ἔχει μελιτόεσσαν εὐδίαν §1.99ἀέθλων γʼ ἕνεκεν.
勝利した者は、残りの生涯において、蜂蜜のように甘美な平穏を競技のおかげで享受する。
τὸ δʼ αἰεὶ παράμερον ἐσλὸν §1.100ὕπατον ἔρχεται παντὶ βροτῶν.
常にその日その日の善きことが、あらゆる人間にとって最高のものである。
ἐμὲ δὲ στεφανῶσαι §1.101κεῖνον ἱππίῳ νόμῳ §1.102Αἰοληΐδι μολπᾷ §1.103χρή·
私にとっては、彼に馬術の調べをもってアイオリスの歌で冠を授けることが必要である。
πέποιθα δὲ ξένον §1.104μή τινʼ, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον, §1.105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
私は信じている、他国の主人の中に、美しきものを知る知識においても、支配する力においてもより優れた者を、今や、名高き賛歌の精巧な調べをもって飾ることはないと。
§1.106θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται §1.107ἔχων τοῦτο κᾶδος, Ἱέρων, §1.108μερίμναισιν·
汝の守護者である神が、これに配慮し、汝の関心事を、ヒエロンよ、心に留めている。
εἰ δὲ μὴ ταχὺ λίποι, §1.109ἔτι γλυκυτέραν κεν ἔλπομαι §1.110σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
もし彼がすぐに汝を去らぬならば、私はさらに甘美な歌を速き戦車とともに歌うことを望む。
§1.111παρʼ εὐδείελον ἐλθὼν Κρόνιον.
言葉の助けとなる道を見出し、陽光降り注ぐクロノスの丘へと至ることで。
ἐμοὶ μὲν ὦν §1.112Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·
私にとってミューズはその力において最も強き矢を育んでいる。
§1.113ἐπʼ ἄλλοισι δʼ ἄλλοι μεγάλοι. τὸ δʼ ἔσχατον §1.114κορυφοῦται βασιλεῦσι.
ある者はあることにおいて、また他の者は他のことにおいて偉大であるが、最高の極みは王たちにおいて頂点に達する。
μηκέτι πάπταινε πόρσιον.
これ以上、遠くを望んではならぬ。
§1.115εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις §1.116ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθʼ Ἕλλανας ἐόντα παντᾷ.
汝がこの時にあって高く歩み、私がこれほどに勝利者たちと交わり、知恵においてギリシア人の間で常に傑出した者でありますように。

語釈・文法注

  1. 1.3γαρύεν — アッティカ方言の γηρύειν に相当するドーリス方言のアオリスト/現在不定詞。ここでは後続する ἔλδεαι(望む)の目的語として機能している。
  2. 1.8ἀμφιβάλλεται — 受動態として用いられ、「(賛歌が)〜にまとわりつく、包み込む」の意。与格 σοφῶν μητίεσσι(賢者たちの知恵に)がその対象となっている。
  3. 1.28ὑπὲρ τὸν ἀλαθῆ λόγον — 前置詞 ὑπέρ が対格を伴って「〜を超えて、〜以上に」の意を表す。「真実の言葉(合理的な説明)を超えて」逸脱する人間の噂(φάτις)を修飾している。
  4. 1.36σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι — 対格 σέ は φθέγξομαι の直接目的語。ἀντία は中性複数対格の副詞的用法で「先人たちとは逆に」を意味する。従来の神話を修正しようとする詩人の宣言の核となる構文である。
  5. 1.60ὅτι κλέψαις — 接続詞 ὅτι は理由(〜だから)を表し、分詞 κλέψαις(盗み出して、アオリスト能動態分詞・男性単数主格)が主動詞 δῶκεν の行為に先行する動作を示す。
  6. 1.82θανεῖν δʼ οἷσιν ἀνάγκα — οἷσιν(関係代名詞与格、ἐκείνοις οἷς の縮約)と不定詞 θανεῖν を伴う非人称的表現「〜にとって死ぬことが不可避であるような者たち」。続く主節 τί κέ τις... への前提条件を提示する。

この箇所を引用する

ピンダロス, オリュンピア祝勝歌 §1.1-1.116. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:1.1-1.116

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。