支配着竖琴的赞歌啊,我们该歌颂哪位神明、哪位英雄,以及哪位凡人?
§2.3ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης §2.4ἀκρόθινα πολέμου· §2.5Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
确实,比萨属于宙斯,而赫拉克勒斯创立了奥林匹亚,作为战争的战利品;而至于特伦,因其带来胜利的四马战车,应当大声予以宣扬。
他对客人恪守正义,是阿克拉加斯的支柱,高贵祖先们的精粹,引领城邦走向正道。
§2.8καμόντες οἳ πολλὰ θυμῷ §2.9ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν §2.10ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων §2.11γνησίαις ἐπʼ ἀρεταῖς.
他们在心中承受了许多苦难,赢得了河畔的神圣居所,并成为西西里的眼睛,注定的生命伴随着他们,将财富与恩宠带给他们纯正的美德。
§2.12ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων §2.13ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
但是,噢,雷亚之子、克洛诺斯之子啊,您统治着奥林匹斯的居所、竞技的顶峰和阿尔斐俄斯河的通道。
τῶν δὲ πεπραγμένων §2.16ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν §2.17χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
对于那些已经做出的事情,无论是合乎正义还是违背正义,即便是万物之父的“时间”,也无法让事情的结果化为乌有。
§2.18λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
但忘却可能会伴随着幸福的命运而来。
§2.19ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει §2.20παλίγκοτον δαμασθέν, §2.21ὅταν θεοῦ Μοῖρα πέμπῃ §2.22ἀνεκὰς ὄλβον ὑψηλόν.
因为在崇高的欢乐下,顽固的痛苦得以被降伏并消逝,当神明的命运赐予崇高的幸福上升之时。
ἕπεται δὲ λόγος εὐθρόνοις §2.23Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺ §2.24κρεσσόνων πρὸς ἀγαθῶν.
这个道理伴随着宝座华丽的卡德摩斯的女儿们,她们曾遭受巨大的苦难,但沉重的悲哀在更优越的福泽面前退隐。
§2.25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ §2.26κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί, §2.27καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
虽死于雷霆轰鸣却长发飘逸的塞墨勒,如今在奥林匹斯众神中生活,帕拉斯永远爱她,宙斯父亲也极深地爱她,常春藤冠的儿子也爱她。
§2.28λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ §2.29μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον §2.30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον.
人们说,在海洋之中,与涅柔斯的海洋女儿们在一起,伊诺也被赐予了终身不朽的生命。
ἤτοι βροτῶν γε κέκριται §2.31πεῖρας οὔ τι θανάτου, §2.32οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου, §2.33ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν·
确实,凡人关于死亡的结局并没有被注定,我们也无法预知何时能以不减的福祉,安然度过平静的一天——太阳的女儿。
ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαι §2.34εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
喜悦与劳苦的不同溪流,在不同的时刻涌向凡人。
§2.35οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιον §2.36τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ §2.37ἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ· §2.38ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς §2.39συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν §2.40παλαίφατον τέλεσσεν.
同样的命运——它掌管着这些人祖传的快乐宿命——随着神赐的幸福,也会在另一个时间带来某种反复的痛苦;自从那注定命运的儿子在路上遇见并杀死了莱乌斯,实现了在普托早已宣告的古老神谕。
锐利的复仇女神看到了这一切,并在自相残杀中灭绝了这支好战的血脉。
§2.43λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις §2.44ἐν μάχαις τε πολέμου §2.45τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·
当波吕涅克斯倒下后,瑟散德罗斯幸存了下来,他在年轻的竞技和战争的斗争中受到尊敬,成为阿德拉斯托斯家族的有力臂助。
§2.46ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου §2.47ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
从此承袭此血脉之根的埃内西达莫斯之子,理应获得颂歌与竖琴的赞美。
§2.48Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς §2.49γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν §2.50Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων §2.51ἄγαγον.
因为他在奥林匹亚获得了荣誉,而在普托和伊斯特摩斯,共同的美惠女神们,为他那共享家产的兄弟,在十二圈的四马战车赛中带来了胜利的花朵。
τὸ δὲ τυχεῖν §2.52πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
获得成功,能够释放处于竞技尝试中的人的忧心忡忡。
§2.53ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν §2.54καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν, §2.55ἀστὴρ ἀρίζηλος, ἐτήτυμον §2.56ἀνδρὶ φέγγος·
的确,以美德装点起来的财富带来了做这做那的契机,激发了深沉而热烈的探求,它是极为耀眼的星辰,对凡人而言是真正的光芒。
εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, §2.57ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες §2.58ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ §2.59ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ §2.60λόγον φράσαις ἀνάγκᾳ· §2.61ἴσαις δὲ νύκτεσσιν αἰεί, §2.62ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον §2.63ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ §2.64οὐδὲ πόντιον ὕδωρ §2.65κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις §2.66θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται §2.67αἰῶνα·
如果拥有它的人懂得未来:那些在此地死去的人,其不法的心灵立刻会受到惩罚;在宙斯的这片疆域里犯下的罪行,地底下的某位判官正以冷酷的必然性进行审判并宣判;他们永远拥有相同的夜晚,也在等同的白昼里享有太阳,善人接受了更加无忧的生活,不用双手的力量去翻刨土地,也不用翻江倒海,只为维持微薄的生计;而是与那些乐于守信的受尊崇的神明在一起,过着无泪的生活,而恶人们则承受着惨不忍睹的痛苦。
τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον §2.68ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς §2.69ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν §2.70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων §2.71νᾶσος ὠκεανίδες §2.72αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει, §2.73τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει, §2.74ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις §2.75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος, §2.76ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον, §2.77πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
凡是敢于在两世中各坚持三次、使自己的灵魂完全远离不义的人,都踏上了通往克洛诺斯城堡的宙斯之路;在那里,俄刻阿诺斯的微风吹拂着福人岛,金色的花朵在燃烧,有的盛开在陆地灿烂的树木上,有的由水流滋养,他们用这些编织成手链和花环戴在手上,遵循着拉达曼迪斯公正的裁决,伟大的父亲将拉达曼迪斯留在身边作为得力的助手,也就是占有最高宝座的雷亚的丈夫。
§2.78Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται· §2.79Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ §2.80λιταῖς ἔπεισε, μάτηρ·
佩琉斯和卡德摩斯也名列其中;阿基琉斯的母亲在用哀求说服了宙斯的心灵后,也把阿基琉斯带到了那里。
§2.81ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας §2.82ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν, §2.83Ἀοῦς τε παῖδʼ Αἰθίοπα.
他击倒了赫克托耳——特洛伊那无法战胜的、坚不可摧的支柱,并把库克诺斯送入死亡,还有黎明女神那埃塞俄比亚的儿子。
πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη §2.84ἔνδον ἐντι φαρέτρας §2.85φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων §2.86χατίζει.
我的臂下矢筒中,拥有许多快捷的飞矢,它们能对智者说话,但对于大众而言,则需要解释者。
σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι §2.87παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον §2.88Διὸς πρὸς ὄρνιχα θεῖον.
天生懂得许多的人才是聪明的智者;而那些仅靠学习的人,在喋喋不休中如乌鸦般狂暴地冲着宙斯神圣的鹰鸟发出徒劳的叫声。
§2.89ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν §2.90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες;
此时,将弓对准目标吧,来吧,我的心灵,我们又要从温和的胸怀中射出哪些光荣的箭矢?
ἐπί τοι §2.91Ἀκράγαντι τανύσαις §2.92αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ §2.93τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον §2.94εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα §2.95Θήρωνος.
确实,朝着阿克拉加斯放箭,我要用真实的意念说出誓言:在这百年之中,没有任何一个城邦能诞生出比特伦对朋友更有好意、在双手上更为慷慨的恩人。