§1.1πρῶτον μὲν θύοντα χρὴ αἰτεῖσθαι θεοὺς ταῦτα διδόναι καὶ νοεῖν καὶ λέγειν καὶ πράττειν, ἀφʼ ὧν θεοῖς μὲν κεχαρισμενώτατα ἄρξαις ἄν, σαυτῷ δὲ καὶ φίλοις καὶ τῇ πόλει προσφιλέστατα καὶ εὐκλεέστατα καὶ πολυωφελέστατα.
第一に、犠牲を捧げつつ、神々に対し、それらによってあなたが神々に対しては最も喜ばれる形で支配し、自分自身や友人たちや国家に対しては最も親しまれ、最も名誉あり、最も有益となるようなことを、考え、語り、行うことができるよう、懇願しなければならない。
§1.2θεῶν δὲ ἵλεων ὄντων ἀναβιβαστέον μέν σοι ἱππέας, καὶ ὅπως ἀναπληρῶται ὁ κατὰ τὸν νόμον ἀριθμὸς καὶ ὅπως τὸ ὂν ἱππικὸν μὴ μειῶται.
神々が好意的であるならば、あなたは騎兵を登録しなければならず、法律に定められた数が満たされるように、また現存する騎兵隊が減少しないように配慮しなければならない。
εἰ δὲ μὴ προσαναβήσονται ἱππεῖς, μείονες ἀεὶ ἔσονται.
もし新しく騎兵が登録されないならば、その数は常に減少していくであろう。
ἀνάγκη γὰρ τοὺς μὲν γήρᾳ ἀπαγορεύειν, τοὺς δὲ καὶ ἄλλως ἐκλείπειν.
なぜなら、ある者は老齢のために退役し、またある者は他の理由で欠員となることが避けられないからである。
§1.3πληρουμένου γε μὴν τοῦ ἱππικοῦ ἐπιμελητέον μὲν ὅπως τρέφωνται οἱ ἵπποι ὡς ἂν δύνωνται πόνους ὑποφέρειν·
騎兵隊が満たされているときには、馬たちが労苦に耐えうるように、どのように飼育されるべきかに配慮しなければならない。
οἱ γὰρ ἥττους τῶν πόνων οὔτε αἱρεῖν οὔτε ἀποφεύγειν δύναιντʼ ἄν.
なぜなら、労苦に耐えられない馬は、敵を追跡することも逃れることもできないからである。
ἐπιμελητέον δὲ ὅπως εὔχρηστοι ὦσιν·
また、馬たちが従順であるように配慮しなければならない。
οἱ γὰρ αὖ ἀπειθεῖς τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς φίλοις συμμαχοῦσι.
従順でない馬は、味方よりもむしろ敵に味方することになるからである。
§1.4καὶ οἱ λακτίζοντες δὲ ἀναβεβαμένοι ἵπποι ἐκποδὼν ποιητέοι·
また、乗馬訓練を終えたものの蹴る癖のある馬は排除しなければならない。
οἱ γὰρ τοιοῦτοι πολλάκις πλείω κακὰ ἢ οἱ πολέμιοι ποιοῦσι.
そのような馬は、しばしば敵よりも多くの害をもたらすからである。
δεῖ δὲ καὶ τῶν ποδῶν ἐπιμελεῖσθαι, ὅπως δύνωνται καὶ ἐν τραχείᾳ χώρᾳ ἱππεύειν, εἰδότα ὅτι ὅπου ἂν ἀλγῶσιν ἐλαυνόμενοι, ἐνταῦθα οὐ χρήσιμοί εἰσι.
また、馬の足(蹄)にも配慮し、険しい土地でも走ることができるようにしなければならない。 疾駆させるときに痛がる場所では、馬は役に立たないということを知っているべきだからである。
§1.5τῶν γε μὴν ἵππων ὑπαρχόντων οἵων δεῖ τοὺς ἱππέας αὖ ἀσκητέον, πρῶτον μὲν ὅπως ἐπὶ τοὺς ἵππους ἀναπηδᾶν δύνωνται·
馬たちがしかるべき状態にあるならば、今度は騎兵たちを訓練しなければならない。 第一に、馬に飛び乗ることができるように。
πολλοῖς γὰρ ἤδη ἡ σωτηρία παρὰ τοῦτο ἐγένετο·
すでに多くの人々にとって、生存がこの能力にかかっていたからである。
δεύτερον δὲ ὅπως ἐν παντοίοις χωρίοις ἱππάζεσθαι δυνήσονται·
第二に、あらゆる土地で乗馬ができるようになるために。
καὶ γὰρ οἱ πόλεμοι ἄλλοτε ἐν ἀλλοίοις τόποις γίγνονται.
戦争は時と場所を選ばず、様々な場所で行われるからである。
§1.6ὅταν δὲ ἤδη ἔποχοι ὦσι, δεῖ αὖ σκοπεῖσθαι ὅπως ἀκοντιοῦσί τε ὡς πλεῖστοι ἀπὸ τῶν ἵππων καὶ τἆλλα δυνήσονται ποιεῖν ἃ δεῖ τοὺς ἱππικούς.
彼らがしっかりと乗馬できるようになったなら、今度は、できるだけ多くの者が馬の上から槍を投げられるように、また騎兵に必要なその他の事柄を行えるように配慮しなければならない。
μετὰ ταῦτα ὁπλιστέον καὶ ἵππους καὶ ἱππέας ὡς αὐτοὶ μὲν ἥκιστα τιτρώσκοιντʼ ἄν, βλάπτειν δὲ τοὺς πολεμίους μάλιστα δύναιντʼ ἄν.
その後に、馬と騎兵の双方に武装を施し、彼ら自身は最も傷つきにくく、敵を最も効果的に傷つけることができるようにしなければならない。
§1.7ἐκ τούτων παρασκευαστέον ὅπως εὐπειθεῖς οἱ ἄνδρες ὦσιν·
これらの準備の上で、兵士たちが従順になるように手配しなければならない。
ἄνευ γὰρ τούτου οὔθʼ ἵππων ἀγαθῶν οὔθʼ ἱππέων ἐπόχων οὔθʼ ὅπλων καλῶν ὄφελος οὐδέν.
なぜなら、これなしには、優れた馬も、乗馬の達者な騎兵も、美しい武器も、何の役にも立たないからである。
προστατεύειν μὲν οὖν τούτων πάντων ὅπως καλῶς γίγνηται τὸν ἵππαρχον εἰκός ἐστιν.
これらすべてが立派に行われるように指導することは、騎兵隊長にとって当然の義務である。
§1.8ἐπεὶ δὲ καὶ ἡ πόλις χαλεπὸν ἡγησαμένη πάντα ταῦτα τὸν ἵππαρχον μόνον ὄντα ἀπεργάζεσθαι προσαιρεῖται μὲν αὐτῷ συνεργοὺς φυλάρχους, προσέταξε δὲ τῇ βουλῇ συνεπιμελεῖσθαι τοῦ ἱππικοῦ, ἀγαθόν μοι δοκεῖ εἶναι τοὺς μὲν φυλάρχους παρασκευάζειν συνεπιθυμεῖν σοι τῶν καλῶν τῷ ἱππικῷ, ἐν δὲ τῇ βουλῇ ἔχειν ῥήτορας ἐπιτηδείους, ὅπως λέγοντες φοβῶσί τε τοὺς ἱππέας (βελτίονες γὰρ ἂν εἶεν φοβούμενοι), καταπραΰνωσί τε τὴν βουλήν, ἤν τι παρὰ καιρὸν χαλεπαίνῃ.
国家もまた、これらすべてを騎兵隊長が一人で成し遂げるのは困難であると考え、彼に協力者として部族長たちを選び、評議会に騎兵隊を共同で監督するよう命じたのであるから、部族長たちがあなたとともに騎兵隊の栄誉を望むように仕向け、また評議会の中に適切な弁論家を確保して、彼らが演説によって騎兵たちを恐れさせ(恐れを抱くとき、彼らはより優れるからである)、また評議会が不当に怒ることがあれば、それを宥めるようにすることが、私には良いことと思われる。
§1.9ταῦτα μὲν οὖν ὑπομνήματα ὧν δεῖ σε ἐπιμελεῖσθαι·
これらはあなたが配慮すべき事柄の覚え書きである。
ὡς δʼ ἂν ἕκαστα τούτων βέλτιστα περαίνοιτο, τοῦτο δὴ πειράσομαι λέγειν.
これら各々がどのようにして最善の形で成し遂げられうるか、それについてこれから述べることにしよう。
τοὺς μὲν τοίνυν ἱππέας δῆλον ὅτι καθιστάναι δεῖ κατὰ τὸν νόμον τοὺς δυνατωτάτους καὶ χρήμασι καὶ σώμασιν ἢ εἰσάγοντα εἰς δικαστήριον ἢ πείθοντα.
さて、騎兵については、法律に従って、財産と身体の双方において最も有力な者たちを、裁判所に訴え出るか、あるいは説得することによって任命しなければならないことは明らかである。
§1.10ἐγὼ δὲ οἶμαι εἰς μὲν τὸ δικαστήριον τούτους εἰσακτέον εἶναι οὓς μὴ εἰσάγων διὰ κέρδος ἄν τις δοκοίη τοῦτο ποιεῖν·
私は、裁判所に訴え出るべきなのは、もし訴え出なければ私利私欲のためにそうしていると人が見なすような者たちであると考える。
καὶ γὰρ τοῖς ἧττον δυναμένοις εὐθὺς ἂν εἴη ἀποστροφή, εἰ μὴ τοὺς δυνατωτάτους πρώτους ἀναγκάζοις.
なぜなら、もし最も有力な者たちを最初に強制しないならば、より資力の劣る者たちにとって直ちに言い訳ができてしまうからである。
§1.11ἔστι δὲ καὶ οὓς ἄν μοι δοκεῖ τις νέους μὲν τὰ ἐν ἱππικῇ λαμπρὰ λέγων εἰς ἐπιθυμίαν καθιστάναι τοῦ ἱππεύειν, τοὺς δὲ κυρίους αὐτῶν ἧττον ἀντιτείνοντας ἔχειν, τάδε διδάσκων ὡς ἀναγκασθήσονται μὲν ἱπποτροφεῖν, ἢν μὴ ὑπὸ σοῦ, ὑπʼ ἄλλου γε διὰ τὰ χρήματα· §1.12ἢν δʼ ἐπὶ σοῦ ἀναβῶσιν, ὡς ἀποτρέψεις μὲν τοὺς παῖδας αὐτῶν τῶν πολυτελῶν τε καὶ μανικῶν ἱππωνιῶν, ἐπιμελήσῃ δὲ ὡς ἂν ταχὺ ἱππικοὶ γίγνοιντο·
また、次のようにして、若者たちには騎兵としての名誉ある事柄を語って乗馬への憧れを抱かせ、彼らの保護者には抵抗を和らげさせることができる人々もいる。 すなわち、あなたが強制しなくとも、財産があるために、他の誰かによって馬を飼育することを強制されることになるだろうと教え、しかし、もしあなたの下で乗馬を始めるならば、彼らの子供たちが贅沢で狂気じみた馬の購入から遠ざけられ、速やかに騎兵になれるようにあなたが配慮するであろう、と教えるのである。
λέγοντα δὲ οὕτω καὶ ποιεῖν ταῦτα πειρατέον.
このように語りつつ、これを実行するように努めなければならない。
§1.13τούς γε μὴν ὄντας ἱππέας ἡ βουλὴ ἄν μοι δοκεῖ προειποῦσα ὡς τὸ λοιπὸν δεήσει διπλάσια ἱππάζεσθαι καὶ ὡς τὸν μὴ δυνάμενον ἵππον ἀκολουθεῖν ἀποδοκιμάσει ἐπιτεῖναι ἂν τρέφειν τε ἄμεινον καὶ ἐπιμελεῖσθαι μᾶλλον τῶν ἵππων.
また、現役の騎兵たちに対しては、評議会があらかじめ「今後は二倍の訓練を要し、追随できない馬は不合格とする」と布告すれば、彼らが馬をより良く飼育し、より配慮するよう促すことができると私は考える。
§1.14καὶ τοὺς βιαίους δὲ ἵππους ἀγαθόν μοι δοκεῖ εἶναι προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται.
また、気性の荒い馬も不合格にするとあらかじめ布告しておくのが良いと私は考える。
αὕτη γὰρ ἡ ἀπειλὴ πωλεύειν ἂν τοὺς τοιούτους μᾶλλον παρορμήσειε καὶ ἱππωνεῖν σωφρονέστερον.
この警告によって、そのような馬を調教すること、あるいはより慎重に馬を購入することを、彼らはいっそう促されるであろうからである。
§1.15ἀγαθὸν δὲ καὶ τοὺς ἐν ταῖς ἱππασίαις λακτίζοντας ἵππους προρρηθῆναι ὅτι ἀποδοκιμασθήσονται·
また、乗馬訓練中に蹴る癖のある馬も不合格にするとあらかじめ布告しておくのが良い。
οὐδὲ γὰρ συντάττειν τοὺς τοιούτους δυνατόν, ἀλλʼ ἀνάγκη, ἄν ποι ἐπὶ πολεμίους δέῃ ἐλαύνειν, ὑστάτους αὐτοὺς ἕπεσθαι, ὥστε διὰ τὴν τοῦ ἵππου κακουργίαν ἄχρηστος καὶ ὁ ἱππεὺς καθίσταται.
そのような馬は隊列を組むことができず、もし敵に向かって進軍せねばならないときには最後尾に従わざるを得なくなり、馬の悪癖のために騎兵自身も役に立たなくなってしまうからである。