§6πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν·
さらにこれらに加えて、この男自身があなたがたにとって判断を容易にしました。
ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνης τε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν.
というのも、彼はなぜ自分が主席たちに戴冠したのかという理由として、アテナイの民衆に対する正義と、彼らが法律に従って議事を司ったからということを、決議案に書いたからです。
ἐπὶ δὴ ταῦτʼ ἄγετʼ αὐτὸν ἀπολογησόμενον, καὶ σύ, ὦ Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφίςματι, ἀπόφευγε.
まさにこれらの点について、彼に弁明を求めなさい。 そしてフィリッピデスよ、お前は決議案で前提とした主席たちについての事柄が真実であることを示して、無罪を勝ち取るがよい。
§7εἰ δʼ οἴει κορδακίζων καὶ γελωτοποιῶν, ὅπερ ποιεῖν εἴωθας, ἐπὶ τῶν δικαστηρίων ἀποφεύξεσθαι, εὐήθης εἶ, ἢ παρὰ τούτοις συγγνώμην ἢ ἔλεόν τινα παρὰ τὸ δίκαιον ὑπάρχειν.
だがもし、いつものように踊り狂い、道化を演じて、法廷で無罪放免されると思っているなら、お前は愚か者である。 あるいは、これら裁判員たちの側で、正義に反して何らかの許しや同情が得られると思っているなら。
πολλοῦ γε δεῖ.
とんでもないことだ。
οὐ γὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλʼ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.
お前は民衆のもとに自分に対する好意を蓄えておいたのではなく、他の場所に蓄えておいたのであり、また自分を救うことができる者たちにおもねるべきだと思ったのではなく、民衆にとって恐るべき者たちにおもねるべきだと思ったのだから。
§8καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδʼ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν.
そしてお前は、ある一人の肉体は不死であると思い込む一方で、これほど偉大なポリスの死を宣告した。 以下のこと、すなわち僭主たちのうち死んだ後に生き返った者は一人もいないが、多くのポリスは完全に破壊された後に再び強大になったということを理解しさえせずに。
οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδʼ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου.
あなたがたは、三十人政権の時代の出来事も、また外から出兵してきた者たちや内部からともに襲いかかった者たちに対して、いかにこのポリスが打ち勝ったかということも考慮しなかった。 むしろあなたがたは、もし民衆に敵対して何かを語ったり行ったりする機会が与えられるならばと、ポリスの弱みをうかがっていることを自ら暴露したのである。
§9εἶτα περὶ καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς [οὐ] παραφυλάξαντες;
それなのに、ポリスを窮地に陥れる機会をうかがっておきながら、あなたがたは今まさに時局について語るつもりなのか。
καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι;
そしてお前は子供たちを法廷に連れてやって来て、彼らを壇上に登らせて、今まさにこれら裁判員たちから同情されることを求めるつもりなのか。
ἀλλʼ οὐ δίκαιον·
だがそれは正しくない。
ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάντα, τόθʼ ὑφʼ ὑμῶν ἐξυβρίζετο.
なぜなら、ポリスが起こった出来事のために他の人々から同情されていた時に、その時にあなたがたによって侮辱されていたのだから。
καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ.
だが、あの方々はギリシアを救うことを選んで、その誇りにふさわしくない苦難を被ったのに対し、お前は不当にもポリスを極限の恥辱に陥れたのだから、今は正当にも罰を受けることになる。
§10διὰ τί γὰρ ἂν τούτου φείσαισθε;
なぜあなたがたはこの男を容赦すべきなのか。
πότερα διότι δημοτικός ἐστιν;
彼が民主派だからか。
ἀλλὰ ἴστʼ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα.
しかし、彼が僭主たちには仕えることを選び、民衆に対しては命令することを求めているのを、あなたがたは知っている。
ἀλλʼ ὅτι χρηστός;
あるいは、彼が善良だからか。
ἀλλὰ δὶς αὐτοῦ ἀδικίαν κατέγνωτε.
しかし、あなたがたはすでに二度、彼の不正を有罪と宣告した。
ναί, ἀλλὰ χρήσιμος·
そうだ、しかし彼は有用だ。
ἀλλʼ εἰ χρήςεςθε τῷ ὑφʼ ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν.
だが、あなたがた自身によって満場一致で邪悪であると判定された者をあなたがたが用いるなら、あなたがたは悪く判定していると思われるか、あるいは邪悪な人間たちを好んでいると思われるかのどちらかであろう。
οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺς ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα.
したがって、あなたがた自身がこの男の犯した不正を引き受けるのはふさわしくなく、不正を行う者を処罰することこそがふさわしい。
§11καὶ ἂν ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατʼ ἀμφότερα.
そしてもし、誰かが登壇して、彼が以前に二度、違法提案の容疑で有罪判決を受けていると言い、このことを理由にあなたがたが無罪判決を下すべきだと主張するなら、あなたがたは両方の点において、その反対のことを行いなさい。
πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν·
第一に、違法な提案を執筆していることが明白な者が、三度目の裁判にかけられているのを捕まえることは、好機だからである。
οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν βάσανον δέδωκεν.
というのも、何か良いものであるかのようにこの男を容赦するべきではなく、一刻も早く取り除くべきだからである。 彼は、あなたがたの間で自分の品性についてすでに二度も試験を施されたのだから。
§12ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδʼ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλʼ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν·
第二に、偽証罪で二度有罪となった者に対して、あなたがたは三度目には同席するいかなる場合にも証言することを認めないこととし、それは、どの市民にとっても、あなたがた民衆が公民権剥奪の原因となるのではなく、虚偽の証言をやめないならば彼自身が自分自身の原因となるようにするためであるが、そのように、違法提案で有罪判決を受けた者たちに対しても、もはや提案を書かないことが可能であり、そうしないならば、彼らが私的な何らかの目的のためにこれを行っていることは明白である。
ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
したがって、このような者たちは同情に値するのではなく、処罰に値する。
§13ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν·
水瓶に定められた時間に向かって語ることを計画しておきながら長々と話しすぎることのないように、書記があなたがたに再び告発状を朗読します。
ὑμεῖς δὲ τῶν τε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.
あなたがたは、告発された事柄を心に留め、また法律が朗読されるのを聞いた上で、あなたがた自身にとって正しく、また有益なことを投票しなさい。