§frag_1## Frag. I
καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων καὶ τῶν ἀπολογουμένων καὶ §frag_2## Frag. II
τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι.
## 断片 I (陪審員の皆さん、あなた方がこれを行うのは)個人としても共同体としてもであり、さらには法律と誓約に従ってのことであります。 法律と誓約は、あなた方に原告と被告の双方から平等に耳を傾けることを命じ、また…… ## 断片 II ……(原告が自らの好む方法で)告発を行う(ことを許したの)と同様に、私に対しても、私が自ら選択し、またなしうる限りの方法で弁護することを許してください。
καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι,
τί τοῦθʼ ἡμῖν λέγεις;
そして、私がお話ししている途中で、あなた方の誰も私を遮って、「なぜそんなことを我々に語るのか」と言い返さないでください。
μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ §frag_3## Frag. III
οὐδὲ ὁ νόμος συγκατηγορεῖν μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει.
また、あなた方自身の側から告発に何ものも付け加えず、むしろ弁護に…… ## 断片 III 法もまた、被告に対して望む者が共同告発する権能を与える一方で、共同弁護することを禁じてはいません。
ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω, ἐπʼ αὐτὴν τὴν ἀπολογίαν πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον
本件の核心に入る前に多くの言葉を費やさないために、私は弁護そのものへと進むことにします。 まず神々に私を助け、この現在の裁判から救い出してくださるよう祈り、裁判員の皆さん、あなた方には、次のことを懇願した上で。
§frag_3a## Frag. IIIa (IV)
ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας §frag_4## Frag. IV (V)
ὁ Εὔφημος πρῶτον ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος ρος ὁ Φλυεύς, ἐξ αὐτοῦ ὅτι ἡ γυνὴ τον καὶ το ατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον.
まず第一に…… ## 断片 IIIa (IV) あるいは軍港の引き渡し、あるいは役所の放火、あるいはアクロポリスの占拠…… ## 断片 IV (V) ……エウペモスは第一に、あのピリュウス区の[……]が死んだとき、彼から[……]その妻が[……]彼がその妻を自分との間に妊娠させた状態で残したこと、これは法律に反して行われたことではないということ。
εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει, οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω γένους ἐξάγειν τὸν Εὔφημον, ἀλλʼ ἐᾶν.
しかし、もしアリストンが弾劾状(エイサンゲリア)に書いているように、彼らがこれらの事柄についてそのように考えていたのであれば、彼らは最も近い親族がエウペモスを連れ出す(引き取る)ことを妨げるべきではなく、むしろ許すべきであったはずです。
νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ.
ところが、現に彼らはそうしたことで、私に対する非難が虚偽であることを、自ら行動をもって証明したのです。
πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς τὸν Εὔφημον ἐκώλυε παρέχοντα μαρτυρίας §frag_4a## Frag. IVa
οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι.
それに加えて、もし子供が生まれる際か、あるいはその後に何か不幸に見舞われたとしたら、彼らがこれらの遺言書を根拠として主張することになるのは、いかにも不条理ではないでしょうか。 その遺言書においては[……]エウペモスが証言を提出することを妨げていたのに…… ## 断片 IVa なぜなら、自分自身の自筆を否定することは不可能だからです。
## 断片 IVb 怠惰に振る舞うことアリストンは鉱山(作業場)に奴隷を所有していました。
καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην.
そしてこのことは、彼自身がアルケストラティデスとの裁判の際に、法廷であなた方に証言した通りです。
§2τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα·
というのも、ここにいるアリストンの生業とはそのようなものだからです。
οὗτος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν, ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ δίδωσιν·
彼は歩き回ってはあらゆる人々を告訴し、彼に金を払わない者たちに対しては裁判に引き戻して告発する一方、金を支払う意志のある者たちは放免するのです。
ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
そしてその金をテオムネストスに渡し、テオムネストスはそれを受け取って奴隷を購入し、彼らに海賊への補給物資のようなものを供給した上で、このアリストンに対して奴隷一人につき一日あたり一オボロスを支払うのです。 これは、アリストンが永遠に告発屋(シュコファンテース)であり続けられるようにするためです。
§3ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο.
裁判員の皆さん、彼らが最初に民会(デーモス)において即座に申し立てた容疑そのものから、この事件を検討することもまた価値があります。
ἐμοὶ γὰρ οἱ οἰκεῖοι ἀπέστειλαν γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι, ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.
というのも、私の親族たちが、弾劾状(エイサンゲリア)と、彼らが弾劾状を提出したときに民会(エックレーシア)で私に申し立てた容疑とを書き写して送ってくれたのですが、その中には、リコゥルゴスが親族から聞いたと主張して次のように語っていると書かれていました。 すなわち、チャリッポスがその女性と結婚した際、私がその場に付き添い、彼女に対して、チャリッポスに近づかず、自分自身の貞節を守るようにそそした、というのです。
§4ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους τοὺς ἐμαυτοῦ εὐθὺς ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω, ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.
私が(ここに戻って)到着してすぐに、親しい人々や私の親族たちに語ったこと、そして今あなた方に語ることは同じです。 すなわち、もしこれらのことが真実であるなら、私は弾劾状に書かれている他のすべての罪状をも犯したことを認めます。
ὅτι δὲ ψευδῆ ἐστιν, ῥᾴδιον οἶμαι εἶναι ἅπασιν ἰδεῖν.
しかし、それが虚偽であることは、誰の目にも明らかであると私は思います。
τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος, §5ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς λόγοις;
というのも、このポリスの中に、これほどまでに理別のつかない者がいるでしょうか、このような話を信じるような者が?
ἀνάγκη γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον·
というのも、裁判員の皆さん、第一に、その女性を乗せて運ぶ馬車には馬卒と先導役が従わねばならず、第二に、彼女を送り出す召使いたち、そしてディオクシッポスが従わねばならないからです。
καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.
事実、彼もまた、彼女が未亡人として(他家に)嫁ぎ出されるために付き添っていたのです。