§44ἐπειδὴ δὲ οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν ἀυτοῖς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθʼ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ·
しかし、この王が任期に入ると、彼らは、ヘカトンバイオン月の第一日から始めて30日間連続で、そのうちの望む任意の日に告訴することができたにもかかわらず、ただの一日も告訴しませんでした。
καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι ᾗτινι ἐβούλοντο, οὐδʼ αὖ πω ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσαν καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας·
そして再び、メタゲイトニオン月の第一日から始めて、彼らが望む任意の日に告訴することができたにもかかわらず、ここでもまたまだ告訴せず、この月のうちの20日間をもやり過ごしてしまいました。
ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι οὐκ ἀπεγράψαντο.
その結果、この王の任期において、彼らにとって告訴することが可能であったにもかかわらず告訴しなかった日数は、合計して50日以上に及んだのです。
§45καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοις ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖ οὗτοι δʼ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, ὁρῶντες δʼ ἐμὲ βουλεύοντα καὶ εἰσιόντʼ ἐς τὸ βουλευτήριον—καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὃς ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ πόλει φανερὸς ἦ· §46καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι·
そして、他のすべての者たちは、同じ王のもとで時間が足りない場合には[告訴を控えるものですが]、彼らは、法律をすべて熟知しており、また私が評議員を務め、評議場に入っていくのを見ていながら――そしてその評議場そのものの中に、評議のゼウスと評議のアテナの聖所があり、評議員たちは入る際に祈りを捧げるのですが、私もその中の一人であり、同じように祈り、また評議会とともに他のすべての神殿に入り、この都市のために犠牲を捧げて祈り、さらにこれに加えて、最初のプリュタネイアの全期間を、2日を除いてプリュタニスとして務め、民主政のために聖務を執り行い犠牲を捧げ、そして国家にとって最大かつ最も価値ある事柄について採決にかけ、意見を述べているのが、誰の目にも明らかであったにもかかわらず―― 彼らはその場に居合わせ、市内に滞在しており、告訴して私をこれらすべての活動から排除することができたにもかかわらず、告訴しようとはしませんでした。
καίτοι ἱκανά γʼ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως.
だが、もし彼らが本当に不当な扱いを受けていたのなら、自分たち自身のためにも、また都市のためにも、その双方を思い起こし、考慮に入れるには、それで十分であったはずです。
διὰ τί οὖν οὐκ ἀπεγράφοντο;
では、なぜ彼らは告訴しなかったのでしょうか。
διʼ ὅ τι συνῆσαν καὶ διελέγοντο·
それは、彼らが私と一緒にいて、話をしていたのと同じ理由からです。
συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδʼ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν.
すなわち、彼らは私が殺人者であるとは考えていなかったからこそ、私と一緒にいたのであり、まさに同じ理由で告訴もしませんでした。 つまり、私がその少年を殺したとも、殺人の罪があるとも、その件に私が少しでも関わっているとも思っていなかったからです。
§47καίτοι πῶς ἂν ἄνθρωποι σχετλιώτεροι ἢ ἀνομώτεροι γένοιντο;
それにしても、これ以上に不届きで、あるいは不法な人間たちがいるでしょうか。
οἵτινες ἅπερ αὐτοὶ σφᾶς αὐτοὺς οὐκ ἔπεισαν, ταῦθʼ ὑμᾶς ἀξιοῦσι πεῖσαι, καὶ ἃ αὐτοὶ ἔργῳ ἀπεδίκασαν, ταῦθʼ ὑμᾶς κελεύουσι καταδικάσαι·
彼らは、自分たち自身が納得していないことをあなたがたに納得させようとし、自分たちが行動をもって無罪とした者を、あなたがたに有罪と宣告するよう求めているのです。
καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐξελέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις ζητοῦσι τὰ ἔργα ἄπιστα καταστῆσαι.
一般に、他の人々は行動によって言葉の真偽を検証するのに対し、彼らは言葉によって、自らの行動を信じがたいものにしようとしているのです。
§48καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων.
しかし、たとえ私が他に何も語らず、何も示さず、証人も立てなかったとしても、ただこれらのことだけをあなたがたに証明したとしましょう。 すなわち、彼らが私を陥れるために金を受け取ることができる場合には私を告発して布告を行い、金を出す者がいない場合には私と一緒にいて対話している、ということを。 これらを聞くだけでも、あなたがたが私に無罪の判決を下し、彼らを全人類の中で最も偽誓に満ち、最も不敬な者たちとみなすには十分であったはずです。
§49οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντʼ ἂν ἢ ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν;
というのも、彼らのような者たちが、どのような裁判を起こさないでおくことがありましょうか、あるいは、どのような法廷を騙さないでおくことがありましょうか、あるいは、どのような誓いを破ることを躊躇するでしょうか。
οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπʼ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο, ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι.
彼らは今回も、調達官、売却官、徴収官、および彼らの下で仕えていた副書記たちから、私を排除するために30ミナを受け取り、私を評議場から追い出した上で、次のような誓いを厳かに立てたのです。 なぜなら、私がプリュタニスを務めていたとき、彼らが恐ろしく不当なことを行っているのを知って、彼らを評議会に引き出し、この件を糾明して追及すべきであると教示したからです。
§50καὶ νῦν δίκην διδόασιν ὧν ἠδικήκασιν αὐτοί τε καὶ οἱ μεσεγγυησάμενοι καὶ παρʼ οἷς ἐτέθη τὰ χρήματα, καὶ τὰ πραχθέντα φανερὰ γεγένηται, ὥστʼ οὐδʼ ἂν οὗτοι βούλωνται ἀρνεῖσθαι ῥᾳδίως οἷοί τʼ ἔσονται·
そして今や、彼ら自身も、また仲介をした者たちやその金が預けられた者たちも、自分たちが犯した不正の報いを受けており、行われたことは白日の下に晒されています。 そのため、たとえ彼らが否定しようと望んでも、容易にはできないでしょう。
οὕτως αὐτοῖς πέπρακται τὰ πράγματα.
彼らの事態はそのようになってしまっているのです。
§51ποῖον οὖν δικαστήριον οὐκ ἂν ἔλθοιεν ἐξαπατήσοντες, ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσαιεν παραβαίνειν οὗτοι οἱ ἀνοσιώτατοι;
したがって、これら最も不敬な者たちが、騙す目的で赴かないような法廷がどこにありましょうか、あるいは、破ることを躊躇するような誓いがどこにありましょうか。
οἵτινες καὶ ὑμᾶς εἰδότες εὐσεβεστάτους τῶν Ἑλλήνων δικαστὰς καὶ δικαιοτάτους καὶ ἐφʼ ὑμᾶς ἥκουσιν ἐξαπατήσοντες εἰ δύναιντο, ὅρκους τοσούτους διομοσάμενοι.
彼らは、あなたがたがギリシア人の中で最も敬虔で最も公正な裁判人であることを知りながら、あれほど多くの誓いを厳かに立てた上で、もしできることなら騙そうとして、あなたがたの前にもやって来ているのです。