§1.1ὁπόσα μὲν τῶν πραγμάτων ὑπὸ τῶν ἐπιτυχόντων ἐπιβουλεύεται, οὐ χαλεπὰ ἐλέγχεσθαί ἐστιν·
行きずりの人々によって企てられる事柄は、その罪を立証することは困難ではない。
ἂν δʼ οἱ ἱκανῶς μὲν πεφυκότες, ἔμπειροι δὲ τῶν πραγμάτων ὄντες, ἐν δὲ τούτῳ τῆς ἡλικίας καθεστῶτες ἐν ᾧ κράτιστοι φρονεῖν αὑτῶν εἰσι, πράσσωσι, χαλεποὶ καὶ γνωσθῆναι καὶ ἐλεγχθῆναί §1.2εἰσι·
しかし、十分な才能を持ち、実務の経験があり、かつ自身の知恵において最も優れている年齢に達している人々が実行する場合には、それを覚知することも立証することも困難である。
διὰ γὰρ τὸ μέγεθος τοῦ κινδύνου ἐκ πολλοῦ τὴν ἀσφάλειαν ὧν ἐπιβουλεύουσι σκοποῦντες, οὐ πρότερον ἐπιχειροῦσιν ἢ πάσης ὑποψίας φυλακὴν ποιήσωνται.
なぜなら彼らは、危険の大きさゆえに、自ら企てる事柄の安全性を前もって入念に考慮し、あらゆる疑いに対する備えを固めるまでは手を下さないからである。
γιγνώσκοντας οὖν ὑμᾶς χρὴ ταῦτα, κἂν ὁτιοῦν εἰκὸς παραλάβητε, σφόδρα πιστεύειν αὐτῷ.
したがって、あなたがたはこのことを弁え、たとえ僅かでも蓋然性(尤もらしさ)が示されるなら、それを強く信じるべきである。
ἡμεῖς δʼ οἱ ἐπεξερχόμενοι τὸν φόνον οὐ τὸν αἴτιον ἀφέντες τὸν ἀναίτιον διώκομεν·
そして、殺人を追及する我々は、真犯人を放免して無実の者を訴追しているのではない。
§1.3σαφῶς γὰρ οἴδαμεν ὅτι πάσης τῆς πόλεως μιαινομένης ὑπʼ αὐτοῦ, ἕως ἂν διωχθῇ, τό τʼ ἀσέβημα ἡμέτερον γίγνεται, τῆς θʼ ὑμετέρας ἁμαρτίας ἡ ποινὴ εἰς ἡμᾶς τοὺς μὴ δικαίως διώκοντας ἀναχωρεῖ.
なぜなら我々は、彼によってポリス全体が汚染されている以上、彼が訴追されるまでは、その不敬の罪が我々のものとなり、あなたがたの過誤に対する罰が、正しく追及しない我々の上に回帰することを明確に知っているからである。
ἅπαντος δὲ τοῦ μιάσματος ἀναχωροῦντος εἰς ἡμᾶς, ὡς ἂν δυνώμεθα σαφέστατα ἐξ ὧν γιγνώσκομεν πειρασόμεθα ὑμῖν δηλοῦν ὡς ἀπέκτεινε τὸν ἄνδρα.
このように不浄のすべてが我々の上に回帰するがゆえに、我々は、自ら知り得たことから、彼がその男を殺害したことを、できる限り明確にあなたがたに示すよう努める所存である。
§1.4Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον·
なぜなら、悪党がその男を殺したとは考えられないからである。
οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν·
自らの命に関わる最大の危険を冒しながら、手元にあり確保された利益を放置する者などいない。
ἔχοντες γὰρ [ἂν] τὰ ἱμάτια ηὑρέθησαν.
実際、彼らは衣服を着たままの状態で発見されたからである。
οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν·
むろん、酔った勢いで誰かが彼を殺害したわけでもない。
ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν.
なぜなら、その場にいれば相席の者たちに知られたはずだからである。
οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας·
また、口論から生じたわけでもない。
οὐ γὰρ ἂν ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο.
深夜や人通りのない場所で口論をすることはないからである。
οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου·
さらに、他の誰かを狙って、たまたまこの男を殺してしまったわけでもない。
οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν.
なぜなら、従者まで一緒に殺害することはなかったはずだからである。
§1.5ἀπολυομένης δὲ τῆς ὑποψίας ἁπάσης αὐτὸς ὁ θάνατος ἐξ ἐπιβουλῆς ἀποθανόντα μηνύει αὐτόν.
このようにすべての疑いが排除されると、この死そのものが、彼が陰謀によって殺害されたことを告げている。
ἐπιθέσθαι δὲ τίνα μᾶλλον εἰκός ἐστιν ἢ τὸν μεγάλα μὲν κακὰ προπεπονθότα, ἔτι δὲ μείζονα ἐπίδοξον ὄντα πάσχειν;
では、すでに大きな害を被り、さらに大きな害を被る見込みがある者以上に、誰が襲撃を企てる可能性が高いだろうか。
ἔστι δʼ ὁ διωκόμενος οὗτος·
そして、訴追されているのがこの被告である。
ἐκ παλαιοῦ γὰρ ἐχθρὸς ὢν αὐτοῦ πολλὰς μὲν καὶ μεγάλας γραφὰς διώξας οὐδεμίαν εἷλεν,
彼は古くからの宿敵であり、かつて多くの重大な公訴を起こして彼を追及したが、一度も勝訴したことがなく、さらに重大かつ多数の裁判で自ら追及された際には、一度も勝訴を免れることなく、その財産の相当部分を失っており、最近では彼から2タラントンの神殿盗掘罪で告訴されていた。
§1.6ἔτι δὲ μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτʼ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δʼ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπʼ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δʼ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως μὲν ἐπεβούλευσεν, εἰκότως δʼ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα.
自らの非を自覚し、相手の力を知り、過去の恨みを抱いていた彼は、当然ながら陰謀を企て、当然ながら自らの敵意に報復してその男を殺害したのである。
§1.7ἥ τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, ὅ τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν.
復讐への欲望が彼を危険に盲目にし、差し迫る災いへの恐怖が彼を驚愕させて、より過激に企てへと駆り立てたからである。
ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀποφεύξεσθαι τὴν γραφήν·
そして彼は、このような行為を成し遂げて彼を殺害すれば、発覚を免れ、公訴を回避できると期待していた。
οὐδὲ γὰρ ἐπεξιέναι οὐδένα, ἀλλʼ ἐρήμην αὐτὴν ἔσεσθαι·
というのも、誰も後を継いで追及せず、訴訟は立ち消えになるはずだからである。
§1.8εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἢ ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι.
また、たとえ有罪となるにしても、復讐を果たした上でそれを甘受する方が、何の仕返しもせずに公訴によって意気地なしとして滅ぼされるよりも、彼にとってはましであると思われた。
σαφῶς δʼ ᾔδει ἁλωσόμενος αὐτήν·
実際、彼は自分がその裁判で有罪になると確信していた。
οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι.
さもなければ、この現在の裁判の方が安全だとは考えなかっただろうからである。
§1.9τὰ μὲν βιασάμενα ταῦτά ἐστιν ἀσεβῆσαι αὐτόν.
彼に不敬を働くよう強いた原因はこれらである。
μάρτυρες δʼ εἰ μὲν πολλοὶ παρεγένοντο, πολλοὺς ἂν παρεσχόμεθα· ἑνὸς δὲ τοῦ ἀκολούθου παραγενομένου, οἳ τούτου ἤκουον μαρτυρήσουσιν.
目撃者については、もし多くの者が居合わせていたら我々は多くを提供したであろうが、従者が一人居合わせただけなので、彼の言葉を聞いた人々が証言するであろう。
ἔμπνους γὰρ ἔτι ἀρθείς, ἀνακρινόμενος ὑφʼ ἡμῶν, τοῦτον μόνον ἔφη γνῶναι τῶν παιόντων αὐτούς.
彼はまだ息があるうちにかき抱かれ、我々に問いただされたとき、彼らを襲った者たちのうち、この男だけを見分けたと言ったからである。
ἐξελεγχόμενος δʼ ὑπό τε τῶν εἰκότων ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὔτε συμφερόντως ἀπολύοιτʼ ἂν ὑφʼ ὑμῶν.
このように、間接的証拠と居合わせた者の証言の両方によって有罪が立証されている以上、彼があなたがたによって正当に、あるいは有益に無罪とされる道は皆無である。
§1.10οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθʼ ὑπὸ τῶν παραγενομένων μήθʼ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται·
なぜなら、居合わせた者によっても間接的証拠によっても立証されないとすれば、陰謀を企てる者たちは罪を免れることになるからである。
ἀσύμφορόν θʼ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς τε τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους·
また、この不浄で汚れた男が神々の聖域に立ち入ってその清浄さを汚し、同じ食卓に就いて罪なき人々を汚染することは、あなたがたにとって有害である。
ἐκ γὰρ τούτων αἵ τʼ ἀφορίαι γίγνονται δυστυχεῖς θʼ αἱ πράξεις καθίστανται.
まさにこれらから不作が生じ、諸々の活動が不幸な結果に陥るからである。
§1.11οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.
したがって、復讐を自らの義務と考え、彼自身の不敬の罪を彼自身に帰すことで、災いを彼の個人的なものにとどめ、ポリスを清浄な状態に保たねばならない。