§1.1ὁπόσα μὲν τῶν πραγμάτων ὑπὸ τῶν ἐπιτυχόντων ἐπιβουλεύεται, οὐ χαλεπὰ ἐλέγχεσθαί ἐστιν· ἂν δʼ οἱ ἱκανῶς μὲν πεφυκότες, ἔμπειροι δὲ τῶν πραγμάτων ὄντες, ἐν δὲ τούτῳ τῆς ἡλικίας καθεστῶτες ἐν ᾧ κράτιστοι φρονεῖν αὑτῶν εἰσι, πράσσωσι, χαλεποὶ καὶ γνωσθῆναι καὶ ἐλεγχθῆναί
在那些由庸碌之人策划的事情中,揭发其罪行并非难事;但若是那些富有天赋、经验丰富,且正处于一生中智慧巅峰时期的人所为,那么无论是察觉还是证实其罪行,都是极其困难的。
§1.2εἰσι· διὰ γὰρ τὸ μέγεθος τοῦ κινδύνου ἐκ πολλοῦ τὴν ἀσφάλειαν ὧν ἐπιβουλεύουσι σκοποῦντες, οὐ πρότερον ἐπιχειροῦσιν ἢ πάσης ὑποψίας φυλακὴν ποιήσωνται.
因为由于危险巨大,他们会从长计议自己所策划之事的安全,在对所有嫌疑做好防范之前决不着手。
γιγνώσκοντας οὖν ὑμᾶς χρὴ ταῦτα, κἂν ὁτιοῦν εἰκὸς παραλάβητε, σφόδρα πιστεύειν αὐτῷ.
因此,你们应当明白这一点,即便只是得到任何程度的合理推测,也必须深信不疑。
ἡμεῖς δʼ οἱ ἐπεξερχόμενοι τὸν φόνον οὐ τὸν αἴτιον ἀφέντες τὸν ἀναίτιον διώκομεν·
而我们这些追究杀人罪的人,绝非放过真凶而指控无辜者。
§1.3σαφῶς γὰρ οἴδαμεν ὅτι πάσης τῆς πόλεως μιαινομένης ὑπʼ αὐτοῦ, ἕως ἂν διωχθῇ, τό τʼ ἀσέβημα ἡμέτερον γίγνεται, τῆς θʼ ὑμετέρας ἁμαρτίας ἡ ποινὴ εἰς ἡμᾶς τοὺς μὴ δικαίως διώκοντας ἀναχωρεῖ.
因为我们清楚地知道,由于在起诉他之前整个城邦都被他污染了,不敬的罪名便会落到我们头上,而你们因判决错误所受的惩罚也会归结到我们这些未能公正追诉的人身上。
ἅπαντος δὲ τοῦ μιάσματος ἀναχωροῦντος εἰς ἡμᾶς, ὡς ἂν δυνώμεθα σαφέστατα ἐξ ὧν γιγνώσκομεν πειρασόμεθα ὑμῖν δηλοῦν ὡς ἀπέκτεινε τὸν ἄνδρα.
既然所有的污染都归结到我们身上,我们将竭尽所能,根据我们所掌握的情况,向你们极尽清晰地证明是他杀害了那个人。
§1.4Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον· οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν·
因为强盗绝不可能杀害此人;因为任何人在冒着生命受到极致威胁的危险时,绝不会放弃到手的、已稳妥获得的财物。
ἔχοντες γὰρ [ἂν] τὰ ἱμάτια ηὑρέθησαν.
事实上,死者被发现时衣物完好。
οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν· ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν.
当然,也不是有人在酒后撒疯杀了他;因为这样他定会被同席饮酒的人认出。
οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας· οὐ γὰρ ἂν ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο.
更不是因为争吵而起;因为他们不会在深夜或荒僻之地发生争吵。
οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου· οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν.
也绝不是想杀别人却误中此人;因为这样的话,凶手不会连他的侍从也一起杀害。
§1.5ἀπολυομένης δὲ τῆς ὑποψίας ἁπάσης αὐτὸς ὁ θάνατος ἐξ ἐπιβουλῆς ἀποθανόντα μηνύει αὐτόν.
当所有的其他怀疑被排除之后,这起死亡本身就表明他是死于预谋。
ἐπιθέσθαι δὲ τίνα μᾶλλον εἰκός ἐστιν ἢ τὸν μεγάλα μὲν κακὰ προπεπονθότα, ἔτι δὲ μείζονα ἐπίδοξον ὄντα πάσχειν;
那么,除了已经遭受巨大损害、且预期将遭受更大损害的人之外,还有谁更有可能发动袭击呢?
ἔστι δʼ ὁ διωκόμενος οὗτος· ἐκ παλαιοῦ γὰρ ἐχθρὸς ὢν αὐτοῦ πολλὰς μὲν καὶ μεγάλας γραφὰς διώξας οὐδεμίαν εἷλεν,
而被指控的正是眼前的被告;因为他是死者的宿敌,曾提起多次重大的公诉来指控他,却未赢过一次,而且当他自己面临更重大、更频繁的起诉时,从未得以脱身,因而损失了财产的相当一部分;最近更是因盗窃神殿财物罪被对方起诉,涉案金额达两塔兰同。
§1.6ἔτι δὲ μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτʼ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δʼ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπʼ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δʼ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως μὲν ἐπεβούλευσεν, εἰκότως δʼ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα.
他深知自己有罪,又见识过对方的手段,且对往事怀恨在心,自然就策划了阴谋,自然也就为报私怨而杀害了那个人。
§1.7ἥ τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, ὅ τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν.
因为复仇的欲望使他不顾危险,而对即将到来的灾祸的恐惧使他惊慌,从而驱使他更加狂热地去尝试这一勾当。
ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀποφεύξεσθαι τὴν γραφήν· οὐδὲ γὰρ ἐπεξιέναι οὐδένα, ἀλλʼ ἐρήμην αὐτὴν ἔσεσθαι·
他希望通过这样做杀害他,既能免于败露,又能逃脱诉讼;因为将无一人继续追诉,诉讼必将自动作废。
§1.8εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἢ ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι.
而且,即使他最终被定罪,在他看来,报了仇之后再承受这一切,也比毫无反抗、像个懦夫一样被那场起诉所毁灭要好得多。
σαφῶς δʼ ᾔδει ἁλωσόμενος αὐτήν· οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι.
他清楚地知道自己在那场诉讼中必败无疑;否则,他决不会认为现在的这场审判会比那场更安全。
§1.9τὰ μὲν βιασάμενα ταῦτά ἐστιν ἀσεβῆσαι αὐτόν.
这些便是逼迫他犯下不敬之罪的原因。
μάρτυρες δʼ εἰ μὲν πολλοὶ παρεγένοντο, πολλοὺς ἂν παρεσχόμεθα· ἑνὸς δὲ τοῦ ἀκολούθου παραγενομένου, οἳ τούτου ἤκουον μαρτυρήσουσιν.
至于证人,如果有许多人在场,我们会提供许多;但既然只有一名侍从在场,听过这名侍从说话的人将会作证。
ἔμπνους γὰρ ἔτι ἀρθείς, ἀνακρινόμενος ὑφʼ ἡμῶν, τοῦτον μόνον ἔφη γνῶναι τῶν παιόντων αὐτούς.
因为他在尚存一息时被抬起,在接受我们询问时,他说在殴打他们的人当中只认出了这个人。
ἐξελεγχόμενος δʼ ὑπό τε τῶν εἰκότων ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὔτε συμφερόντως ἀπολύοιτʼ ἂν ὑφʼ ὑμῶν.
由于既有合理推测又有在场者的证词证实其罪行,他绝无可能以任何正当或有益的方式被你们宣告无罪。
§1.10οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθʼ ὑπὸ τῶν παραγενομένων μήθʼ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται· ἀσύμφορόν θʼ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς τε τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους· ἐκ γὰρ τούτων αἵ τʼ ἀφορίαι γίγνονται δυστυχεῖς θʼ αἱ πράξεις καθίστανται.
因为如果阴谋策划者既不能通过在场者也不能通过合理推测来定罪,他们就会逃脱惩罚;而且,让这个污秽不洁的人进入神明的圣地并玷污其纯洁,以及坐在同一张餐桌旁传染给无辜者,对你们是有害的;因为饥荒便是由此产生,各项事务也会陷入不幸。
§1.11οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.
因此,你们应当将复仇视为自己的分内之事,将他的不敬之罪归于其自身,使灾祸成为他个人的不幸,而让城邦保持纯洁。