Humanitext Reader

ヘシオドス · 神統記 §939-1022

人間の男性と交わった女神たちとその子孫

14 / 14 箇所 · ギリシア語

要旨

ヘシオドスは神々の婚姻系譜を締めくくり、オリンポスの神々への感謝を述べた後、人間の男性と交わり、半神の子供たちを産んだ女神たちの功績、そして最後に人間の女性たちの系譜へと詩の主題を移行させる。

§939κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
彼女は神聖な床に上り、不滅の神々の伝令を産んだ。
§940Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν §941μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, §942ἀθάνατον θνητή·
またカドモスの娘セメレは、ゼウスと愛において交わり、彼に輝かしい息子、多くの喜びをもたらすディオニュソスを産んだ、死すべき身の女が不滅の神を。
νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
だが、今は二人とも神である。
§943Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην §944μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
またアルクメネは、雲を集めるゼウスと愛において交わり、強勇なヘラクレスを産んだ。
§945ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, §946ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
また、高名な両足の不自由なヘパイストスは、カリスたちのうちで最も若いアグライアを栄えある妻とした。
§947χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, §948κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
金髪のディオニュソスは、ミノスの娘である美しいアリアドネを栄えある妻とした。
§949τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
そして、クロノスの子は彼女を不老不死とした。
§950ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, §951ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, §952παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, §953αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, §954ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας §955ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
アルクメネの美しい足首を持つ息子の強勇なヘラクレスは、嘆きに満ちた労苦を終えたのち、偉大なるゼウスと黄金のサンダルを履いたヘラの娘である尊ぶべきヘベを、雪深きオリンポスにおいて妻とした、幸いなるかな、彼は不滅の神々のなかで偉大な仕事を成し遂げ、傷つくこともなく、老いることもなく、日々を永遠に暮らしている。
§956ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη §957Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
不断に輝くヘリオスに対し、オケアノスの高名な娘ペルセイスはキルケと王アイエテスを産んだ。
§958Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο §959κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο §960γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
人類を照らすヘリオスの息子アイエテスは、神々の意志により、完成された大河オケアノスの娘、美しい頬のイドゥイアを妻とした。
§961ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι §962γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
彼女は、黄金のアプロディテの導きによって彼に服従し、愛において交わり、美しい足首を持つメデイアを産んだ。
§963ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες, §964νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
さて、オリンポスの館に住まう者たちよ、あなた方に挨拶を送る、また、島々も、大陸も、その内なる塩辛き海も。
§965νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι §966Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, §967ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι §968ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
だが今や、女神たちの系譜を歌うのだ、心地よい言葉を語るオリンポスのムーサたちよ、アイギスを持つゼウスの娘たちよ、死すべき人間の男たちと床をともにし、不滅の女神でありながら、神々に似た子供たちを産んだ女神たちすべてを。
§969Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, §970Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι §971νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
デメテルは、女神たちのうちで気高き者であるが、英雄イアシオンと愛すべき愛において交わり、クレテの豊かな地において、三度耕された休閑地で、優れたプルトスを産んだ。
§972ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης §973πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται, §974τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
彼は、地の上と海の広い背の上をいたるところ旅し、彼に出会い、その手に彼を迎える者を裕福にし、彼に多くの富を授ける。
§975Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, §976Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον §977Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης, §978γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
カドモスに対し、黄金のアプロディテの娘ハルモニアは、イノとセメレ、そして美しい頬のアガウエを、また、豊かな髪のアリスタイオスが妻としたアウトノエを、そして、美しく冠されたテーバイにおいてポリュドロスを産んだ。
§979κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ §980μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, §981Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
オケアノスの娘カリロエは、強き心を持つクリュサオルと、黄金のアプロディテの愛において交わり、すべての死すべき者のうちで最も強力な息子、ゲリュオネウスを産んだ。
§982Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη §983βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
彼を強勇なヘラクレスが、歩みののろい牛たちのために、流れに囲まれたエリュテイアにおいて殺した。
§984Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, §985Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
ティトノスに対し、エオスは青銅の兜をかぶるメムノンを産んだ、彼はアイティオピア人の王であった。 また彼女は王エマティオンを産んだ。
§986αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, §987ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
さらに、彼女はケパロスとの間に、輝かしい息子、神々に似た強力な男、ファエトンをもうけた。
§988τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης §989παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη §990ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς §991νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
彼が、栄えある青春の若々しく柔らかな花を宿し、まだ幼い心を持っていたとき、微笑みを愛するアプロディテは、彼をさらって飛び去り、神聖な神殿において彼を夜の神殿の番人、気高い守護神とした。
§992κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος §993Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων §994ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
神に育てられた王アイエテスの娘を、アイソンの子は、常生なる神々の意志により、アイエテスのもとから連れ去った、嘆きに満ちた多くの労苦を終えたのちに。
§995τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, §996ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
それらの労苦は、傲慢な大王、横暴で不遜、乱暴な行いをするペリアスが彼に課したものであった。
§997τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, §998ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
それらを終えて、彼は多くの苦難を経てイオルコスに到着した、快速船に乗せて、輝く眼の乙女を連れて。
§999Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
アイソンの子は彼女を栄えある妻とした。
§1000καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, §1001Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων §1002Φιλυρίδης·
そして彼女は、人々の牧者であるイアソンに服従し、息子メデイオスを産んだ。 彼を山の中でフィリュラの息子ケイロンが育てた。
μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
こうして偉大なるゼウスの意志が成就されたのである。
§1003αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος, §1004ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων §1005Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
さて、海の老人ネレウスの娘たちのうち、確かにプサマテは、女神たちのうちで気高き者であるが、黄金のアプロディテの導きにより、アイアコスと愛において交わり、ポコスを産んだ。
§1006Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα §1007γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
また、銀の足の女神テティスは、ペレウスに服従し、人々の隊列を破る、獅子の心を持つアキレウスを産んだ。
§1008Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια §1009Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι §1010Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
美しく冠されたキュテレイアは、英雄アンキセスと愛すべき愛において交わり、アイネイアスを産んだ、谷の多い、樹木に覆われたイダの山頂において。
§1011Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, §1012γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι §1013Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
ヒュペリオンの息子ヘリオスの娘キルケは、忍耐強いオデュッセウスとの愛の交わりにおいて、アグリオスとラティノス、非の打ちどころのない強い男を産んだ。
§1015οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων §1016πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
彼らは、神聖な島々の非常に遠い奥深くにおいて、高名なすべてのテュルセニア人を支配した。
§1017Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων §1018γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.
また、カリュプソは、女神たちのうちで気高き者であるが、オデュッセウスと愛すべき愛において交わり、ナウシトオスとナウシノオスを産んだ。
§1019αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι §1020ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
これらが、死すべき人間の男たちと床をともにし、不滅の女神でありながら、神々に似た子供たちを産んだ女神たちである。
§1021νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι §1022Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
だが今や、人間の女性たちの系譜を歌うのだ、心地よい言葉を語るオリンポスのムーサたちよ、アイギスを持つゼウスの娘たちよ。

語釈・文法注

  1. 939κήρυκʼ ἀθανάτων — 「不滅の神々の伝令」を意味し、前行の Ἑρμῆν(ヘルメス)と同格の対格。文脈上、マイアがゼウスに産んだヘルメスの添え名である。
  2. 942ἀθάνατον θνητή — 形容詞対格の ἀθάνατον(不滅の者、ディオニュソス)と、主格の θνητή(死すべき身の女、セメレ)が、動詞なしで対比的に並置されている。前々行の動詞 τέκε(産んだ)が補われて解釈される。
  3. 988τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ — τόν は関係代名詞ではなく、後続の ἀναρεψαμένη(さらって)の目的語となる指示代名詞(彼を)。ἔχοντʼ は現在分詞対格単数(持っている)で、先行する τόν を修飾する。
  4. 994ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους — ἦγε は未完了過去(連れ去った)。分詞 τελέσας(完遂して)は主動詞 ἦγε の前に起きた動作を表す。
  5. 1015οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων — 関係代名詞 οἵ(彼らは、アグリオスとラティノスを指す)が導く主節。μυχῷ(奥深くで)は場所の与格、あるいは前置詞 ἐν の省略として機能している。

この箇所を引用する

ヘシオドス, 神統記 §939-1022. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:939-1022

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。