Humanitext Reader

ヘシオドス · 神統記 §1-75

ヘリコン山のムーサへの讃歌と詩人の召命

1 / 14 箇所 · ギリシア語

要旨

詩人ヘシオドスが、ヘリコン山のムーサたちへの讃歌から始め、自らがムーサから詩の才能を授かった経緯を語り、さらにムーサたちの誕生、オリュンポスの神々への賛美、そしてゼウスの支配確立について歌い上げる。

§1Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
ムーサたちのヘリコンの山から、歌い始めよう。
§2αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε §3καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν §4ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
彼女らはヘリコンの大きくて神聖な山を領し、菫色の泉のまわりを、柔らかな足で踊り、また力強きクロノスの子の祭壇のまわりをも。
§5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο §6ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο §7ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο §8καλούς, ἱμερόεντας·
そしてペルメッソス川あるいは馬の泉や、神聖なるオルメイオス川でその柔らかな肌を洗い落とし、ヘリコンの最頂部で、美しく魅力的な舞踏を催した。
ἐπερρώσαντο δὲ ποσσίν.
そして足取りも軽やかに動き回った。
§9ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, §10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, §11ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην §12Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, §13κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην §14Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν §15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, §16καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην §17Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην §18Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην §19Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην §20Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν §21ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
そこから立ち去り、濃い霧に包まれて、夜陰に乗じて進み、極めて美しい声を放ちながら、盾持ちのゼウスと、アルゴスの尊きヘラを讃え、黄金のサンダルを履いた彼女を、また盾持ちのゼウスの娘、輝く目のアテナを、そしてポイボス・アポロンと矢を喜ぶアルテミスを、また大地を抱き、大地を揺るがすポセイドンを、そして敬わねばならぬテミスと、流し目のアプロディテを、また黄金の冠を戴くヘベと美しいディオネを、レトとイアペトス、そして知恵の回りくどいクロノスを、暁と大いなる太陽、輝く月を、大地と大いなる大洋、黒い夜を、そして常にあり続ける他の不死なる神々の神聖な一族を。
§22αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, §23ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
彼女らはかつて、ヘシオドスに美しい歌を教えたのだ、彼が神聖なるヘリコンの麓で羊を飼っていたときに。
§24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, §25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
そして女神たちは、まず最初に私にこの言葉を語りかけた、オリュンポスのムーサたち、盾持ちのゼウスの娘たちが。
§26ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον, §27ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, §28ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
「野に伏す牧人たちよ、恥ずべき者ども、ただ腹を満たすだけの者どもよ、私たちは、真実にそっくりな多くの偽りを語る術を知っているが、私たちが望むときには、真実を語る術をも知っている。
§29ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
」大いなるゼウスの娘たち、言葉の確かな者たちはこのように語った。
§30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον §31δρέψασαι, θηητόν·
そして、見事に茂った月桂樹の枝を折り取り、見事な杖を私に与えた。
ἐνέπνευσαν δέ μοι αὐδὴν §32θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
そして私に神々しい声を吹き込んだ、未来のことや、かつてあったことを私が語り伝えるために。
§33καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων, §34σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
そして、常にあり続ける至福の神々の一族を讃え、彼女ら自身を最初にも最後にも常に歌うよう、私に命じたのだ。
§35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
しかし、なぜ私には、樫の木や岩にまつわるこれらの話が必要なのだろうか。
§36τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ §37ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, §38εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, §39φωνῇ ὁμηρεῦσαι·
さあ、ムーサたちから始めよう、彼女らは父なるゼウスのためにオリュンポスの内にて、その大いなる心を歌によって楽しませている、現在あること、未来のこと、そしてかつてあったことを語り、声を一つに調和させながら。
τῶν δʼ ἀκάματος ῥέει αὐδὴ §40ἐκ στομάτων ἡδεῖα·
彼女らの口からは、心地よい声がたゆむことなく流れ出る。
γελᾷ δέ τε δώματα πατρὸς §41Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ §42σκιδναμένῃ·
そして、父である雷鳴轟くゼウスの宮殿は、女神たちの百合のような澄んだ声が広がるとき、喜び笑う。
ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου §43δώματά τʼ ἀθανάτων.
そして雪深きオリュンポスの頂も、不死の神々の宮殿も、鳴り響く。
αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι §44θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ §45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, §46οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
彼女らは不死の声を発しながら、まず初めに敬うべき神々の一族を歌で讃える、始まりから、すなわちガイアと広きウラノスが産み落とし、彼らから生まれた、良きものを授ける神々を。
§47δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, §48ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, §49ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
次に、神々と人間の父であるゼウスを、歌い始めにも歌い終わりにも讃える、彼が神々のなかでどれほど優れ、力において最大であるかを。
§50αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων §51ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου §52Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
さらに、人間の血統と、力強きギガスたちを歌って、オリュンポスの内にてゼウスの心を楽しませる、オリュンポスのムーサたち、盾持ちのゼウスの娘たちは。
§53τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα §54Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, §55λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
彼女らをピエリアにて、父なるクロノスの子と交わって産んだのは、エレウテルの丘を支配するムネモシュネであった、災いの忘却と、憂いの休息として。
§56ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς §57νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
実際、思慮深いゼウスは、九つの夜にわたって彼女と交わった、不死の神々から離れて、神聖な床に昇り。
§58ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι §59μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, §60ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ §61μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, §62τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
しかし、一年が経ち、季節が巡り、月が満ち欠け、多くの月日が成就したとき、彼女は、胸のなかに歌を心にかけ、憂いのない心を持つ、心を一つにした九人の娘を産んだ、雪深きオリュンポスの最も高い頂からほど近いところで。
§63ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
そこに、彼女らの輝かしい舞踏の場と、美しい宮殿がある。
§64πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν §65ἐν θαλίῃς·
彼女らの傍らには、カリスたちとヒメロスが館を構えている、祝宴のなかに。
ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι §66μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ §67ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
そして、彼女らは口から愛らしい声を放ち、歌い、不死なるすべての神々の定めと、尊い習わしを讃え、心惹かれる声を放ちながら。
§68αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, §69ἀμβροσίῃ μολπῇ·
彼女らはそのとき、美しい声と不死の歌に満ち足りて、オリュンポスへと進んで行った。
περὶ δʼ ἴαχε γαῖα μέλαινα §70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει §71νισσομένων πατέρʼ εἰς ὅν·
そして黒い大地は、歌い手の彼女らのまわりで鳴り響き、足元からは、自分たちの父のもとへ進んで行く心地よい足音が立ち上った。
ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, §72αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, §73κάρτει νικήσας πατέρα Κρόνον·
そして父は、天を支配し、自ら雷と、燃え盛る雷霆を手にし、力によって父クロノスに打ち勝ったのだ。
εὖ δὲ ἕκαστα §74ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
そして彼は、不死の神々にそれぞれ万事を等しく配分し、その名誉を定めた。
§75ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
まさにこれらのことを、オリュンポスの宮殿を領するムーサたちは歌っていたのだ。

語釈・文法注

  1. §26γαστέρες οἶον — 『ただ腹を満たすだけの者ども』。肉体的な欲求にのみ生きる凡庸な人間を対比として引き下げるための表現であり、詩人が神的な真実を受け取る器に選ばれたことの特別性を強調する。
  2. §27ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα — 『真実にそっくりな多くの偽りを語る』。伝統的な叙事詩(ホメロスなど)の虚構性を指摘しつつ、ヘシオドスの詩が真実(ἀληθέα)を語るというプログラムを示す重要なメタ詩学的宣言である。
  3. §35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; — 『しかし、なぜ私には、樫の木や岩にまつわるこれらの話が必要なのだろうか』。ギリシアの古い俗言であり、取るに足らない世間話や起源に関わらない無駄な話題を切り捨て、神々の系譜という本題へ迅速に移行するための文学的定型である。
  4. §38τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα — 『現在あること、未来のこと、そしてかつてあったこと』。ムーサたちの全知性を表す慣用的な三連句。§32でのヘシオドス自身への授権における『未来のこと、かつてあったこと』(τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα)との対比において、現在・過去・未来を包摂する神的な時間意識を示す。

この箇所を引用する

ヘシオドス, 神統記 §1-75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:1-75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。