§156λήξαντος δὲ τοῦ χειμῶνος, παραμειψάμενος τὴν Ἀττικὴν ἄχρι τῆς Σουνιάδος ἄκρας τὰς ἑξῆς λοιπὸν ἐπεραιοῦτο νήσους, τὴν Ἑλένην, τὴν Κίαν, τὴν Κύθνον, τὰς ἄλλας ὅσαι κεῖνται στοιχηδὸν ἑξῆς μέχρι τῆς ἐφ’ ἣν τελευταίαν ἐλθεῖν ἔδει, τὴν Ἀνδρίων.
冬が終わると、彼はアッティカを過ぎてスニオン岬に至るまで進み、その後に一列に並ぶ島々、すなわちヘレネ、ケア、キトノス、そして、最後に到着すべき地であるアンドロス島に至るまで、順々に並んでいるその他の島々すべてを渡っていった。
§157ἣν πόρρωθεν ἰδὼν ὁ κακοδαίμων δακρύων τινὰ φορὰν ὥσπερ ἀπὸ πηγῆς ἐξέχει κατὰ τῶν παρειῶν καὶ τὰ στέρνα πλήξας, πικρότατα ἀνοιμώξας, "ἄνδρες" εἶπεν, „οἱ φύλακές μου καὶ προπομποί, καλήν γε χώραν Ἄνδρον, οὐκ εὐτυχῆ νῆσον, τῆς εὐδαίμονος Ἰταλίας ἀνθυπαλλάττομαι, Φλάκκος, ὁ γεννηθεὶς μὲν καὶ τραφεὶς καὶ παιδευθεὶς ἐν τῇ §158ἡγεμονίδι Ῥώμῃ, συμφοιτητὴς δὲ καὶ συμβιωτὴς γενόμενος τῶν θυγατριδῶν τοῦ Σεβαστοῦ, κριθεὶς δὲ τῶν πρώτων φίλων παρὰ Τιβερίῳ Καίσαρι καὶ τὸ μέγιστον αὐτοῦ τῶν κτημάτων, Αἴγυπτον, ἐπὶ ἑξαετίαν ἐπιτραπείς.
その島を遠くから見て、この不運な男は、泉から湧き出るかのように涙を両頬に流し、胸を打ち、痛切に嘆きながら叫んだ。 「わが護衛にして先導者たる人々よ、私は、恵まれたイタリアの代わりに、なんと美しい土地であるアンドロスという不運な島を受け取る(交換する)ことか、私、フラックスは。 [私は]支配的なローマに生まれ、育ち、教育され、アウグストゥスの孫たちの同級生かつ学友となり、ティベリウス・カエサルのもとで第一等の友人と認められ、彼の最大の領地であるエジプトを6年間にわたって委ねられた[者であるのに]。
τίς ἡ τοσαύτη μεταβολή;
このあまりにも大きな転変は一体何なのか。
§159νὺξ ἐν ἡμέρᾳ, καθάπερ ἐκλείψεως γενομένης, τὸν ἐμὸν ἐπέσχηκε βίον.
まるで日食が起こったかのように、昼の中の夜が私の人生を覆ってしまった。
τὴν νησίδα ταύτην τί φῶ;
この小島を私は何と呼ぶべきか。
πότερον φυγαδευτήριον ἐμὸν ἢ πατρίδα καινήν, ὑπόδρομον καὶ καταφυγὴν ἀτυχῆ;
私の流刑地か、それとも新たな祖国、不幸な避難所にして隠れ家か。
τάφος ἂν εἴη τὸ κυριώτατον αὐτῆς ὄνομα.
『墓』こそが、この島に最もふさわしい名前であろう。
στέλλομαι γὰρ ὁ κακοδαίμων ἐγὼ τρόπον τινὰ νεκροφορῶν ἐμαυτὸν ὥσπερ εἰς ἠρίον·
なぜなら、不運な私は、ある意味で自らの死体を運ぶようにして、墓地へと送られているからである。
ἢ γὰρ ταῖς ἀνίαις τὴν ἀθλίαν ζωὴν ἀπορρήξω ἤ, κἂν ἐπιβιῶναι δυνηθῶ, τὸν μακρὸν καὶ σὺν αἰσθήσει θάνατον ἐκδέξομαι.
というのも、私は心痛によってこの哀れな命を絶つか、あるいは生き延びることができたとしても、長引く、意識を伴った死を待つことになるからである。
“καὶ ὁ μὲν τοιαῦτα ἀπωδύρετο.
」そして彼はこのように嘆き悲しんだ。
§160τῆς δὲ νεὼς τῷ λιμένι προσσχούσης, ἀπέβαινε πᾶς εἰς τοὔδαφος νεύων, ὥσπερ οἱ θλιβόμενοι πρὸς ἄχθους βαρυτάτου, τὸν αὐχένα ταῖς συμφοραῖς πιεζόμενος, οὐδ’ ὅσον ἀνακύψαι σθένων ἢ μὴ τολμῶν διὰ τοὺς συναντῶντας καὶ τοὺς ἐπὶ θέαν ἥκοντας, οἳ παρ’ ἑκάτερα τῆς ὁδοῦ προειστήκεσαν.
船が港に入ると、彼は全身を地面に向けてうつむかせながら上陸した。 まるで極めて重い荷物に押しつぶされている人々のようであり、その首は諸々の災難によって圧迫され、顔を上げることすらできないか、あるいは道の両側に立ち並んでいた、出迎えに来た人々や見物に来た人々を前にして、顔を上げる勇気がなかったのである。
§161οἱ δὲ παραπέμψαντες αὐτὸν ἐπὶ τὸν δῆμον ἀγαγόντες τῶν Ἀνδρίων ἐπεδείξαντο πᾶσι, μάρτυρας ποιούμενοι τῆς εἰς τὴν νῆσον ἀφίξεως τοῦ φυγάδος.
一方、彼を護送してきた者たちは、アンドロス島の人々の民会のもとへ彼を連れて行き、すべての人に彼をさらし、この追放者が島に到着したことの証人とさせた。
§162καὶ οἱ μὲν τὴν διακονίαν ἐκπλήσαντες ἀπῄεσαν·
そして彼らは任務を果たして去っていった。
τῷ δὲ Φλάκκῳ μηδεμίαν ὄψιν οἰκείαν ἔτι θεωμένῳ τὸ πάθος ἐκαινοῦτο τρανότερον φαντασίαις ἐναργεστέραις·
しかし、親しい者の顔をもう誰一人として見ることのなくなったフラックスにとっては、苦痛が、より鮮明な幻影によって、よりはっきりと新しくなった。
καὶ τὴν ἐν κύκλῳ κατανοοῦντι πολλὴν ἐρημίαν, ἧς μέσος ἀπείληπτο, κουφότερον ἐδόκει κακὸν ἡ ἐν τῇ πατρίδι βίαιος ἀναίρεσις, μᾶλλον δὲ συγκρίσει τῶν παρόντων ἀσπαστὸν ἀγαθόν.
そして、自分がそのただ中に取り残されている周囲の広大な荒野を理解すると、祖国で暴力的に殺害されることの方が軽い災い、それどころか、現在の状況と比較すれば、望ましい幸いであるように思われた。
οὕτως ἐσφάδᾳζεν, ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν·
彼は狂人と何ら変わらないほど激しく身悶えした。
ἐπήδα πολλάκις ἄνω κάτω διαθέων, τὰς χεῖρας συνεκρότει, τοὺς μηροὺς ἔπαιε, κατέβαλεν εἰς τοὔδαφος ἑαυτόν, ἐξεφώνει πολλάκις·
行ったり来たり走り回りながら何度も飛び跳ね、両手を叩き、太ももを打ち、自分を地面に投げ出し、何度も叫んだ。
§163„ἐγὼ Φλάκκος εἰμί, ὁ πρὸ μικροῦ τῆς μεγαλοπόλεως ἢ πολυπόλεως Ἀλεξανδρείας ἡγεμών, ὁ τῆς εὐδαιμονεστάτης χώρας ἐπίτροπος Αἰγύπτου, εἰς ὃν ἐπέστρεφον αἱ τοσαῦται μυριάδες τῶν οἰκητόρων, ὁ δυνάμεις πολλὰς πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὅσον δοκιμώτατον ἐν ὑπηκόοις ἔχων, ὁ καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἐξόδοις ὑπὸ μυρίων ὅσων παραπεμπόμενος.
「私はフラックスだ、少し前までは、大都市、否、人口豊かなる都市アレクサンドリアの総督であった、最も豊かな土地エジプトの長官であり、非常に多くの数万の住民たちがその目を向けていた。 私は単なる数合わせとしてではなく、被支配者の中で最も精強な、数多くの歩兵、騎兵、海軍の軍勢を率い、外出するたびに、数え切れないほど多くの人々によって毎日護衛されていた者だ。
§164ἀλλὰ μὴ φάσμα ταῦτ’ ἦν, οὐκ ἀλήθεια;
しかし、これらは幻影であって、真実ではなかったのか。
καὶ κοιμώμενος ὄναρ εἶδον τὴν τότ’ εὐθυμίαν, εἴδωλα κατὰ κενοῦ βαίνοντα, πλάσματα ψυχῆς ἴσως ἀναγραφούσης τὰ μὴ ὑπάρχοντα ὡς ὄντα;
そして私は眠りながら、当時の栄華を夢に見ていたのか。 虚空を歩む幻影であり、存在しないものを存在するかのように描き出した魂の創作物にすぎなかったのか。
διηπάτημαι·
私は欺かれていたのだ。
§165σκιὰ πραγμάτων ἄρ’ ἦσαν, οὐ πράγματα, μίμησις ἐναργείας, οὐκ ἐνάργεια τρανοῦσα τὸ ψεῦδος.
あれらは事物の影であって、事物そのものではなく、真実らしさの模倣であって、虚偽を暴くような真実ではなかったのだ。
ὡς γὰρ τῶν ἐν τοῖς ὀνείροις φανέντων οὐδὲν περιαναστάντες εὑρίσκομεν, ἀλλ’ οἴχεται πάντα ἀθρόα διαπτάντα, οὕτως καὶ τὰ λαμπρὰ ἐκεῖνα, οἷς ποτε ἐνωμίλησα, ἐσβέσθη βραχυτάτῃ καιροῦ ῥοπῇ. “
というのも、私たちが目覚めたとき、夢の中に現れたものは何一つ見つからず、すべてが一斉に飛び去ってしまうように、かつて私が身を置いていたあの輝かしい生活もまた、ほんの一瞬のうちに消え去ってしまったのだから。
§166Τοιούτοις ἀεὶ κατεπαλαίετο λογισμοῖς καὶ τρόπον τινὰ ἐξετραχηλίζετο·
」彼は常にこのような考えに圧倒され、ある意味で自暴自棄になっていた。
τὰς δὲ τῶν πολλῶν συνόδους ἀποδιδράσκων διὰ τὴν παρακολουθοῦσαν αἰσχύνην οὔτ’ εἰς λιμένα κατῄει οὔτ’ εἰς ἀγορὰν προελθεῖν ὑπέμενεν, ἀλλ’ οἴκοι συγκλεισάμενος ἐφώλευε, μηδὲ τὴν αὔλειον ὑπερβαίνειν θαρρῶν.
そして、絶えず付きまとう恥辱のために人々が集まる場所を避け、港に下りることも、広場に進み出ることも耐えられず、家の中に引きこもって身を潜め、中庭の門を越え出る勇気さえなかった。