§9.84.1ἐπείτε δὲΜαρδονίου δευτέρῃ ἡμέρῃ ὁ νεκρὸς ἠφάνιστο, ὑπὸ ὅτευ μὲν ἀνθρώπων τὸ ἀτρεκὲς οὐκ ἔχω εἰπεῖν, πολλοὺς δὲ τινὰς ἤδη καὶ παντοδαποὺς ἤκουσα θάψαι Μαρδόνιον, καὶ δῶρα μεγάλα οἶδα λαβόντας πολλοὺς παρὰ Ἀρτόντεω τοῦ Μαρδονίου παιδὸς διὰ τοῦτο τὸ ἔργον·
マルドニオスの死体が、二日目に消え失せたとき、それがどのような人々によって[持ち去られた]のか、確かなことは私には言うことができない。 しかし、マルドニオスを埋葬した人物として、すでに多種多様な多くの人々について私は耳にしており、またこの行為のゆえに、多くの人々がマルドニオスの息子であるアルトンテスから多大な贈り物を受け取ったことを私は知っている。
§9.84.2ὅστις μέντοι ἦν αὐτῶν ὁ ὑπελόμενός τε καὶ θάψας τὸν νεκρὸν τὸν Μαρδονίου, οὐ δύναμαι ἀτρεκέως πυθέσθαι, ἔχει δὲ τινὰ φάτιν καὶ Διονυσοφάνης ἀνὴρ Ἐφέσιος θάψαι Μαρδόνιον.
しかしながら、彼らのうちでマルドニオスの死体を密かに持ち去り、埋葬したのが誰であったのか、私は確かに突き止めることができない。 もっとも、エペソス人のディオニュソファネスという男がマルドニオスを埋葬したという風説もある。
ἀλλʼ ὃ μὲν τρόπῳ τοιούτῳ ἐτάφη.
ともあれ、彼はこのような方法で埋葬されたのである。