§9.80.1ὃ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο.
彼はこれを聞いて立ち去った。
Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης, συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα.
一方、パウサニアスは、誰も戦利品に手を触れてはならないという布告を出すと、ヘイロテスたちにその財宝を集めるよう命じた。
οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα·
彼らは陣営のあちこちに散らばって、金や銀で装飾された天幕、金箔や銀箔を施した寝台、金の混酒器や浅坏、その他の杯を見つけた。
§9.80.2σάκκους τε ἐπʼ ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι·
また彼らは、荷車の上に袋を見つけたが、その中には金や銀の鼎が入っているのが見えた。
ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς.
そして、横たわっている死体から、腕輪や首飾り、それに金でできている短剣を剥ぎ取った。 色とりどりの衣服にいたっては、全く顧みられなかったからである。
§9.80.3ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν, ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι·
そこでヘイロテスたちは、多くのものを盗み出してはアイギナ人たちに売り、自分たちが隠すことのできなかったほどの多くのものを差し出した。
ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο.
その結果、アイギナ人たちの莫大な富はここから始まった。 彼らは、その金をあたかも銅であるかのように称して、ヘイロテスたちから買い取ったのである。