§9.80.1ὃ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο.
Having heard this, the former departed.
Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης, συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα.
Meanwhile, Pausanias issued a proclamation that no one should touch the booty, and ordered the Helots to collect the treasures.
οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα·
Scattering through the camp, they found tents adorned with gold and silver, couches gilded with gold and silver, and golden mixing-bowls, cups, and other drinking vessels.
§9.80.2σάκκους τε ἐπʼ ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς.
They also found sacks on wagons, in which cauldrons of gold and silver were seen to be contained; and they stripped from the lying corpses bracelets, necklaces, and short swords that were of gold, since no account at all was made of the embroidered clothing.
§9.80.3ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν, ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι· ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο.
Thereupon the Helots, stealing many things, would sell them to the Aeginetans, while they also brought forward many things, as many of them as they could not conceal; so that the great wealth of the Aeginetans had its beginning from this source, who bought the gold from the Helots as if, forsooth, it were brass.