§9.80.1ὃ μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο.
那人听完这些话便离去了。
Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης, συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα.
而帕萨尼亚斯发出布告,严禁任何人触碰战利品,并命令黑劳士们收集这些财宝。
οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους, κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα·
他们散布在营地各处,发现了用金银装饰的帐篷、镀金和镀银的床榻、金质的混酒器、浅杯以及其他杯具。
§9.80.2σάκκους τε ἐπʼ ἁμαξέων εὕρισκον, ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους, ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς.
他们还在货车上发现了袋子,里面露出了金银制成的鼎;他们还从躺在地上的尸体上剥下手镯、项链以及金质的短剑,因为至于那些五彩缤纷的衣服,根本无人理会。
§9.80.3ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες, πολλὰ δὲ καὶ ἀπεδείκνυσαν, ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι·
于是,黑劳士们偷走了许多东西卖给艾吉纳人,同时也上缴了许多——凡是他们无法藏匿的。
ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο.
因此,艾吉纳人的巨额财富便以此为开端,因为他们从黑劳士手中买下这些黄金,就好像那确实只是黄铜一般。