§9.81.1συμφορήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν Δελφοῖσι θεῷ, ἀπʼ ἧς ὁ τρίπους ὁ χρύσεος ἀνετέθη ὁ ἐπὶ τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεὼς ἄγχιστα τοῦ βωμοῦ, καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντες, ἀπʼ ἧς δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν, καὶ τῷ ἐν Ἰσθμῷ θεῷ, ἀπʼ ἧς ἑπτάπηχυς χάλκεος Ποσειδέων ἐξεγένετο, ταῦτα ἐξελόντες τὰ λοιπὰ διαιρέοντο, καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν, καὶ τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ ἄργυρον καὶ ἄλλα χρήματα τε καὶ ὑποζύγια.
彼らは財宝を集め、デルポイの神のために10分の1を取り分けたが、その10分の1から、祭壇のすぐ傍に立っている青銅の三頭の蛇の上に載った金の三脚釜が奉納された。 また、オリンピアの神のためにも(10分の1を)取り分け、その10分の1から彼らは10ペキスの青銅のゼウス像を奉納した。 さらに、イストモスの神のためにも(10分の1を取り分け)、その10分の1から7ペキスの青銅のポセイドン像が作られた。 これらを取り分けた上で、彼らは残りのものを分配し、各自が自分にふさわしいだけのもの、すなわちペルシア人の側室たち、金、銀、その他の財宝、そして役獣を受け取った。
§9.81.2ὃσα μέν νυν ἐξαίρετα τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη, οὐ λέγεται πρὸς οὐδαμῶν, δοκέω δʼ ἔγωγε καὶ τούτοισι δοθῆναι·
さて、プラタイアイで彼らのうち最も優れた働きをした人々に、特別な褒賞としてどれだけのものが与えられたかは、誰によっても語られていないが、私としては、彼らにも与えられたと考えている。
Παυσανίη·
一方、パウサニアスには、あらゆるものが10ずつ特別に取り分けられて与えられた。
δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη, γυναῖκες ἵπποι τάλαντα κάμηλοι, ὣς δὲ αὕτως καὶ τἆλλα χρήματα.
すなわち、女たち、馬たち、タラントン、らくだ、そして同様にその他の財宝である。