§9.78.1ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ τῶν Αἰγινητέων ἦν Λάμπων Πυθέω, Αἰγινητέων ἐὼν τὰ πρῶτα·
プラタイアイの陣営には、アイギナ人の有力者の第一人者である、ピュテアスの子ラムポンという男がいた。
ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Παυσανίην, ἀπικόμενος δὲ σπουδῇ ἔλεγε τάδε.
彼は極めて不届きな提案を抱いて、パウサニアスのもとへと急ぎ、到着すると急いでこのように言った。
§9.78.2ὦ παῖ Κλεομβρότου, ἔργον ἔργασταί τοι ὑπερφυὲς μέγαθός τε καὶ κάλλος, καί τοι θεὸς παρέδωκε ῥυσάμενον τὴν Ἑλλάδα κλέος καταθέσθαι μέγιστον Ἑλλήνων τῶν ἡμεῖς ἴδμεν.
「クレオンブロトスの子よ、あなたによって、規模においても美しさにおいても比類のない偉業が成し遂げられました。 また神は、あなたがギリシアを救い出し、我々の知る限りのギリシア人のうちで最大の栄誉を打ち立てることをお与えになりました。
σὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ τούτοισι ποίησον, ὅκως λόγος τε σὲ ἔχῃ ἔτι μέζων καί τις ὕστερον φυλάσσηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα ἀτάσθαλα ποιέων ἐς τοὺς Ἕλληνας.
つきましては、あなたはこれに続く残りのことも行い、あなたを称える評判がさらに大きくなるように、また後世の蛮族の者が、ギリシア人に対して無法な行いを自分から始めることを自ら慎むようにしてください。
§9.78.3Λεωνίδεω γὰρ ἀποθανόντος ἐν Θερμοπύλῃσι Μαρδόνιός τε καὶ Ξέρξης ἀποταμόντες τὴν κεφαλὴν ἀνεσταύρωσαν·
というのも、テルモピュライでレオニダスが戦死したとき、マルドニオスとクセルクセスは彼の首を切り落として、木に晒したからです。
τῷ σὺ τὴν ὁμοίην ἀποδιδοὺς ἔπαινον ἕξεις πρῶτα μὲν ὑπὸ πάντων Σπαρτιητέων, αὖτις δὲ καὶ πρὸς τῶν ἄλλων Ἑλλήνων·
彼に対して同じ仕打ちを返すことで、あなたはまず何よりもすべてのスパルタ人から、次いで他のギリシア人たちからも称賛を得るでしょう。
Μαρδόνιον γὰρ ἀνασκολοπίσας τετιμωρήσεαι ἐς πάτρων τὸν σὸν Λεωνίδην.
マルドニオスを杭に刺して晒すことによって、あなたは叔父君であるレオニダスの復讐を果たすことになるからです」