§9.78.1ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ τῶν Αἰγινητέων ἦν Λάμπων Πυθέω, Αἰγινητέων ἐὼν τὰ πρῶτα·
在普拉提亚的营地中,有一个名叫兰蓬的人,他是皮提亚斯之子,是埃吉纳人中最显赫的人物之一。
ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Παυσανίην, ἀπικόμενος δὲ σπουδῇ ἔλεγε τάδε. §9.78.2ὦ παῖ Κλεομβρότου, ἔργον ἔργασταί τοι ὑπερφυὲς μέγαθός τε καὶ κάλλος, καί τοι θεὸς παρέδωκε ῥυσάμενον τὴν Ἑλλάδα κλέος καταθέσθαι μέγιστον Ἑλλήνων τῶν ἡμεῖς ἴδμεν.
他怀着一个极其不敬的提议,急忙赶到帕萨尼亚斯那里,抵达后便急切地说道: “克勒翁布罗托斯之子啊,你已经完成了一件规模和美感都超乎寻常的伟业,神明也许可你通过拯救希腊,来建立我们所知的希腊人中最大的荣耀。
σὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ τούτοισι ποίησον, ὅκως λόγος τε σὲ ἔχῃ ἔτι μέζων καί τις ὕστερον φυλάσσηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα ἀτάσθαλα ποιέων ἐς τοὺς Ἕλληνας.
现在,你也请完成接下来的其余事务,使你的名声更加显赫,并让以后的蛮族心存戒备,不敢再首先对希腊人做出狂妄无道的勾当。
§9.78.3Λεωνίδεω γὰρ ἀποθανόντος ἐν Θερμοπύλῃσι Μαρδόνιός τε καὶ Ξέρξης ἀποταμόντες τὴν κεφαλὴν ἀνεσταύρωσαν·
因为当列奥尼达在温泉关战死时,马尔多尼奥斯和克薛克薛斯砍下了他的头颅并钉在木桩上。
τῷ σὺ τὴν ὁμοίην ἀποδιδοὺς ἔπαινον ἕξεις πρῶτα μὲν ὑπὸ πάντων Σπαρτιητέων, αὖτις δὲ καὶ πρὸς τῶν ἄλλων Ἑλλήνων· Μαρδόνιον γὰρ ἀνασκολοπίσας τετιμωρήσεαι ἐς πάτρων τὸν σὸν Λεωνίδην.
如果你对他施以同样的回报,你将首先获得全体斯巴达人的赞赏,随后也会获得其他希腊人的赞赏;因为通过将马尔多尼奥斯钉在木桩上,你将为你叔父列奥尼达报仇雪恨。 ”