§9.70.1οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο·
彼らはこのようにして、取るに足らぬ形で破滅した。
οἱ δὲ Πέρσαι καὶ ὁ ἄλλος ὅμιλος, ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος, ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαιμονίους ἀπικέσθαι, ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο ἄριστα τὸ τεῖχος·
一方、ペルシア人たちとその他の大群は、木造の砦に逃げ込むと、ラケダイモン人たちが到着するより前に、急いで塔の上に登った。 そして登ると、できる限り最善の方法で砦を固めた。
προσελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη.
ラケダイモン人たちが接近すると、彼らの間でより激しい攻城戦が始まった。
§9.70.2ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι, οἳ δʼ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν·
というのも、アテナイ人たちがまだ不在である間は、彼らは防戦し、ラケダイモン人たちに対して大いに優勢であった。 それは、ラケダイモン人たちが攻城戦のやり方を知らなかったからである。
ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον, οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν.
しかし、彼らにアテナイ人たちが合流すると、そこに実にもって激しい攻城戦が起こり、長い時間続いた。
τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον·
最後には、アテナイ人たちがその勇気と執念によって砦を登り、これを取り壊した。
τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες.
そこからギリシア人たちが雪崩れ込んだ。
§9.70.3πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος, καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες, τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην.
最初に砦に入ったのはテゲア人たちであり、マルドニオスの天幕を略奪したのは彼らであった。 彼らは天幕の中の他の物だけでなく、すべて青銅でできていて見事な馬の飼い葉桶も奪った。
τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται, τὰ δὲ ἄλλα ἐς τὠυτό, ὅσα περ ἔλαβον, ἐσήνεικαν τοῖσι Ἕλλησι.
テゲア人たちはこのマルドニオスの飼い葉桶をアテナ・アレアの神殿に奉納したが、獲得したその他のものについては、同じ場所に集めてギリシア人たちに差し出した。
§9.70.4οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος, οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο, ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων·
砦が崩壊すると、異民族たちはもはやいかなる隊列も組むことができず、彼らの誰も抵抗を思い出すことすらなく、狭い場所に何万もの人間が閉じ込められて恐怖に怯えているがゆえに、ただうろたえ惑うばかりであった。
§9.70.5παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ, καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε, τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι.
そして、ギリシア人たちは彼らを殺戮することができたが、その凄まじさは、三十万の軍勢のうち、アルタバゾスが率いて逃げた四万に満たない数を除けば、残りのうち三千人も生き残らなかったほどであった。
Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα, Τεγεητέων δὲ ἑκκαίδεκα, Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα.
スパルタ出身のラケダイモン人のうち、この戦闘で戦死したのは全員で九十一人、テゲア人は十六人、アテナイ人は五十二人であった。