§9.71.1ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων, ἵππος δὲ ἡ Σακέων, ἀνὴρ δὲ λέγεται Μαρδόνιος·
異民族のうちで最も優れた戦いをしたのは、歩兵ではペルシア人の、騎兵ではサカイ人のそれであり、個人ではマルドニオスであったと言われている。
Ἑλλήνων δέ, ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων, ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι.
一方ギリシア人のうちでは、テゲア人やアテナイ人も優れた働きをしたが、ラケダイモン人がその勇猛さにおいて他を凌駕した。
§9.71.2ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι (ἅπαντες γὰρ οὗτοι τοὺς κατʼ ἑωυτοὺς ἐνίκων), ὅτι δὲ κατὰ τὸ ἰσχυρότερον προσηνείχθησαν καὶ τούτων ἐκράτησαν.
このことを私は他のいかなる証拠によっても示すことができない(というのは、これらすべての部隊が自分たちの正面の敵を破ったからである)が、彼らがより強力な敵の側と対峙し、これらを制圧したということによって示すことができる。
καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας, ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην.
そして、私たちの意見によれば、群を抜いて最も優れた働きをしたのはアリストデモスであった。 彼はテルモピュライから三百人のうち唯一生き残って戻ったことで、不名誉と不名誉な扱いを受けていた者である。
μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος ὁ Σπαρτιήτης.
彼に続いて優れた働きをしたのは、ポセイドニオス、フィロキュオン、そしてスパルタ人のアモムパレトスであった。
§9.71.3καίτοι γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος, ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αἰτίης, λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα, Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνήσκειν ἄνδρα γενέσθαι ἀγαθόν·
もっとも、彼らのうち誰が最も優れていたかについて議論が起こったとき、その場に居合わせたスパルタ人たちは次のように判断した。 アリストデモスは自分に課された不名誉ゆえに明らかに死ぬことを望み、狂気に駆られ、持ち場を離脱して多大な偉業を成し遂げたが、ポセイドニオスは死ぬことを望んではいないにもかかわらず優れた勇士となった。
τοσούτῳ τοῦτον εἶναι ἀμείνω.
それゆえ、その分だけ彼の方がより優れている、と。
§9.71.4ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν·
しかし、こうしたことは嫉妬から言われたのかもしれない。
οὗτοι δὲ τοὺς κατέλεξα πάντες, πλὴν Ἀριστοδήμου, τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο·
私が挙げた彼ら全員は、アリストデモスを除いて、この戦いで戦死した者たちのうちで栄誉を授けられた。
Ἀριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη.
しかし、アリストデモスは前述の理由から死を望んでいたために、栄誉を授けられなかった。