§9.70.1οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· οἱ δὲ Πέρσαι καὶ ὁ ἄλλος ὅμιλος, ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος, ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαιμονίους ἀπικέσθαι, ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο ἄριστα τὸ τεῖχος·
这些人就这样毫无价值地丧命了;而波斯人和其他乌合之众在逃进木堡之后,抢在拉刻代蒙人到达之前登上了城楼,登上之后,他们尽其所能地加固了城墙。
προσελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη.
当拉刻代蒙人逼近时,双方展开了更为激烈的攻城战。
§9.70.2ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι, οἳ δʼ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν· ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον, οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν.
因为只要雅典人还未到,他们就能坚守防线,并对拉刻代蒙人占有极大的优势,因为拉刻代蒙人不懂得如何攻城;但当雅典人加入他们时,攻城战才真正变得激烈起来,并且持续了很长时间。
τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον· τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες.
最终,雅典人凭着勇气和顽强登上了城墙并将其拆毁,希腊人便从那缺口涌了进去。
§9.70.3πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος, καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες, τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην.
最先攻入堡垒的是特格阿人,正是他们掠夺了马尔多尼乌斯的帐篷,除了其中的其他财物外,还抢走了他的马槽,这马槽全部由青铜制成,极具观赏价值。
τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται, τὰ δὲ ἄλλα ἐς τὠυτό, ὅσα περ ἔλαβον, ἐσήνεικαν τοῖσι Ἕλλησι.
特格阿人把马尔多尼乌斯的这个马槽献纳给了阿莱亚雅典娜的神庙,而他们夺得的其他物品,则全都送到了同一处,交给了全体希腊人。
§9.70.4οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος, οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο, ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων·
城墙倒塌后,蛮族再也无法组成任何队列,他们中也没有人再想到抵抗,由于成千上万的人被困在狭窄的空间里并感到恐惧,他们只是惊慌失措。
§9.70.5παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ, καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε, τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι.
希腊人得以大肆杀戮他们,以至于在三十万大军中,除了阿尔塔巴佐斯率领逃跑的不足四万人之外,其余的人里甚至连三千人都没有活下来。
Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα, Τεγεητέων δὲ ἑκκαίδεκα, Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα.
在来自斯巴达的拉刻代蒙人中,在这场交锋中阵亡的共计九十一人,特格阿人有十六人,雅典人有五十二人。