§9.6.1ἐς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε.
アテナイ人がサラミスへ渡ったのには次のような事情があった。
ἕως μὲν προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμωρήσοντά σφι, οἳ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ·
ペロポネソスから自分たちを救援するための軍が到着するのを期待している間、彼らはアッティカに留まっていた。
ἐπεὶ δὲ οἳ μὲν μακρότερα καὶ σχολαίτερα ἐποίεον, ὁ δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ Βοιωτίῃ ἐλέγετο εἶναι, οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα καὶ αὐτοὶ διέβησαν ἐς Σαλαμῖνα, ἐς Λακεδαίμονά τε ἔπεμπον ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι περιεῖδον ἐμβαλόντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλʼ οὐ μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην, ἅμα δὲ ὑπομνήσοντας ὅσα σφι ὑπέσχετο ὁ Πέρσης μεταβαλοῦσι δώσειν, προεῖπαί τε ὅτι εἰ μὴ ἀμυνεῦσι Ἀθηναίοισι, ὡς καὶ αὐτοί τινα ἀλεωρὴν εὑρήσονται.
しかし、ペロポネソス人たちが事を引き延ばして遅々として進まない一方で、侵攻してくる敵がすでにボイオティアに入ったと伝えられるに及び、ついに彼らはすべての家財を安全な場所へ搬出し、自らもサラミスへと渡った。 そしてラケダイモンへ使者たちを派遣したが、これは、一方では、異民族がアッティカに侵入するのを見過ごし、自分たちと共にボイオティアで敵を迎え撃とうとしなかったことについてラケダイモン人たちを非難するためであり、他方では、もし自分たちがペルシア側に寝返るならば、ペルシア人がどれほどのものを与えると約束したかを彼らに思い出させ、さらに、もしラケダイモン人がアテナイ人を救援しないならば、アテナイ人自身も何らかの自衛策を見出すことになるだろうと警告するためであった。