§9.7.1οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν τε τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια, περὶ πλείστου δʼ ἦγον τὰ τοῦ θεοῦ πορσύνειν·
というのも、ラケダイモン人たちはこの時期、祭りを祝っており、彼らにとってはヒュアキンテイア祭の最中であって、神の行事を執り行うことを何よりも重んじていたからである。
ἅμα δὲ τὸ τεῖχός σφι, τὸ ἐν τῷ Ἰσθμῷ ἐτείχεον, καὶ ἤδη ἐπάλξις ἐλάμβανε.
それと同時に、彼らがイストモスに築いていた城壁も、すでに胸壁を取りつける段階に達していた。
ὡς δὲ ἀπίκοντο ἐς τὴν Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπʼ Ἀθηνέων, ἅμα ἀγόμενοι ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων, ἔλεγον τάδε ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους.
アテナイからの使者たちが、メガラやプラタイアイからの使者たちをも伴ってラケダイモンに到着すると、彼らはエポロスたちの前へ進み出て、次のように語った。