§9.110.1καὶ ἡ Ἄμηστρις πυνθάνεταί μιν ἔχουσαν·
そしてアメストリスは、彼女がそれを持っていることを知った。
μαθοῦσα δὲ τὸ ποιεύμενον τῇ μὲν γυναικὶ ταύτῃ οὐκ εἶχε ἔγκοτον, ἣ δὲ ἐλπίζουσα τὴν μητέρα αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν, τῇ Μασίστεω γυναικὶ ἐβούλευε ὄλεθρον.
事の真相を知ると、彼女はこの女に対しては怒りを抱かなかったが、彼女の母親が原因であり、その者がこれを仕組んだのだと考え、マシステスの妻の破滅を企てた。
§9.110.2φυλάξασα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον·
彼女は、夫のクセルクセスが王の宴を催すのを待ち受けた。
τοῦτο δὲ τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἡμέρῃ τῇ ἐγένετο βασιλεύς.
この宴は、一年に一度、王の誕生日に準備されるものである。
οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν τυκτά, κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν τέλειον·
この宴の名は、ペルシア語では「テュクタ」、ギリシア語では「テレイオン」と呼ばれる。
τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται·
この時、王は一年のうちでこの時だけ頭を洗い、ペルシア人たちに贈り物を授ける。
ταύτην δὴ τὴν ἡμέρην φυλάξασα ἡ Ἄμηστρις χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα.
まさにこの日を待ち受けて、アメストリスはクセルクセスに、マシステスの妻を自分に引き渡すよう求めた。
§9.110.3ὁ δὲ δεινόν τε καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι, τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου·
クセルクセスは、一方では兄弟の妻を引き渡すこと、他方では彼女がこの件に関して無実であることを考え、これを恐ろしく不届きなことであるとした。
συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο.
なぜなら、彼はアメストリスが何のためにそれを求めているのかを理解していたからである。