§9.105.1ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Ἑρμόλυκος ὁ Εὐθοίνου, ἀνὴρ παγκράτιον ἐπασκήσας.
この戦いで、ギリシア人のうちアテナイ人が最も抜群の働きをし、アテナイ人のうちでは、パンクラティオンを修めた男であるエウトイノスの子ヘルモリュコスが最も優れた働きをした。
τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων, πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι, ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ.
このヘルモリュコスには、これらのことののち、アテナイ人とカリュストス人との間に戦争があった際に、カリュストス地方のキュルノスにおける戦いで戦死し、ゲライストスに横たわるという運命が訪れた。
μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν.
アテナイ人の後には、コリントス人、トロイゼン人、シキュオン人が優れた働きをした。