§8.71.1καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκως κατʼ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι.
しかしながら、バルバロイが陸路から侵入してこないように、あらゆる可能な手段が講じられていた。
ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι, συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο, καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεός.
というのも、ペロポネソス人たちは、レオニダスとその部下たちがテルモピュライで戦死したと知るやいなや、諸都市から一斉に駆けつけてイストモス(地峡)に陣取り、彼らの上にはアナクサンドリデスの子でレオニダスの兄弟であるクレオンブロトスが将軍として立っていたからである。
§8.71.2ἱζόμενοι δὲ ἐν τῷ Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκιρωνίδα ὁδόν, μετὰ τοῦτο ὥς σφι ἔδοξε βουλευομένοισι, οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ τεῖχος.
彼らはイストモスに陣取り、スキロンの道を崩して塞ぐと、その後、合議の末に決定した通り、イストモスを横切る防壁を築き始めた。
ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου, ἤνετο τὸ ἔργον·
何万人もの大軍がおり、すべての者が働いていたので、工事は急速に進んだ。
καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφέροντο, καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι, οὔτε νυκτὸς οὔτε ἡμέρης.
実際、石や煉瓦、木材や砂の詰まった籠が運び込まれ、救援に駆けつけた者たちは、夜も昼も片時も休むことなく働き続けた。