Humanitext Reader

希罗多德 · 历史 §8.71.1-8.71.2

伯罗奔尼撒人在地峡修筑防线

第 1379 段,共 1577 段 · 希腊语

内容简介

记述了伯罗奔尼撒人听说列奥尼达战死后,齐集地峡,夜以继日地修筑宏伟的防线,以防蛮族从陆路入侵。

§8.71.1καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκως κατʼ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι.
然而,为了防止蛮族从陆路入侵,已经采取了一切可能的措施。
ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι, συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο, καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεός.
因为伯罗奔尼撒人一听说列奥尼达及其部下已在温泉关战死,便立刻从各自的城邦奔赴地峡并驻扎在那里;统领他们的是阿那克桑德里德斯之子、列奥尼达的兄弟克莱奥姆布罗托斯。
§8.71.2ἱζόμενοι δὲ ἐν τῷ Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκιρωνίδα ὁδόν, μετὰ τοῦτο ὥς σφι ἔδοξε βουλευομένοισι, οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ τεῖχος.
他们在防守地峡并毁坏阻塞了斯基隆通道之后,接着,正如他们商议后所决定的那样,开始修筑一条横贯地峡的防线。
ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου, ἤνετο τὸ ἔργον· καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφέροντο, καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι, οὔτε νυκτὸς οὔτε ἡμέρης.
由于集结了数万大军,且人人出力工作,工程进展迅速;因为石头、砖块、木材和装满沙子的篮子都被运了进来,前来驰援的人们不论昼夜,片刻未曾停下手中的工作。

词汇与语法注释

  1. 8.71.1ὅκως κατʼ ἤπειρον μὴ ἐσβάλοιεν — 接续词 ὅκως(爱奥尼亚方言,等同于雅典方言的 ὅπως)跟在历史时态(过去完成时 ἐμεμηχάνητο)之后,引导目的或努力从句,并使用希求语气(ἐσβάλοιεν)。
  2. 8.71.1τοὺς ἀμφὶ Λεωνίδην — 介词短语“围绕某人的人”(ἀμφί 接宾格)在此处为惯用表达,指代领袖列奥尼达本人及其部下和随从。
  3. 8.71.2ὥς σφι ἔδοξε βουλευομένοισι — 无人称动词 ἔδοξε(意为“对……似乎合适”、“决定”)支配第三人称复数与格代词 σφι(“对他们”),与之性数格一致的是现在分词与格形式 βουλευομένοισι(“在商议时”)。
  4. 8.71.2ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου — 由连词 ἅτε(表示客观原因)引导的属格独立分词结构。分词 ἐουσέων(οὐσῶν 的爱奥尼亚方言)和 ἐργαζομένου 分别修饰各自的属格主语(μυριάδων 和 ἀνδρός)。
  5. 8.71.2ἐλίνυον οὐδένα χρόνον ... ἐργαζόμενοι — 动词 ἐλινύω(意为“休息、中断工作”)与现在分词 ἐργαζόμενοι 连用(作补充性分词或伴随状况分词),表示“不曾停下工作来休息”,即“毫不间断地持续工作”。

引用这一段

希罗多德, 历史 §8.71.1-8.71.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.71.1-8.71.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。