§8.34.1παραποταμίους δὲ παραμειβόμενοι οἱ βάρβαροι ἀπίκοντο ἐς Πανοπέας.
異民族たちはパラポタミオイを通り過ぎると、パノペウスに到着した。
ἐνθεῦτεν δὲ ἤδη διακρινομένη ἡ στρατιὴ αὐτῶν ἐσχίζετο.
そこからすでに、彼らの軍勢は分かれて二手に裂けた。
τὸ μὲν πλεῖστον καὶ δυνατώτατον τοῦ στρατοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπʼ Ἀθήνας ἐσέβαλε ἐς Βοιωτούς, ἐς γῆν τὴν Ὀρχομενίων.
軍勢のうち最も多く、かつ強力な部分は、クセルクセス自身とともにアテナイを目指して進みながら、ボイオティアに、すなわちオルコメノス人たちの土地に侵入した。
Βοιωτῶν δὲ πᾶν τὸ πλῆθος ἐμήδιζε, τὰς δὲ πόλις αὐτῶν ἄνδρες Μακεδόνες διατεταγμένοι ἔσωζον, ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντες·
ボイオティア人の大衆はすべてペルシア側に味方していたが、彼らの諸都市は、アレクサンドロスによって送られ配置されたマケドニア人たちによって守られていた。
ἔσωζον δὲ τῇδε, δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ φρονέοιεν.
彼らが守っていたのは、ボイオティア人がペルシアの味方であることをクセルクセスにはっきりと示したいと望んでいたからであった。