§8.33.1πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον, θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον·
というのも、彼らはこの道を通ってケフィソス川に沿って進みながら、すべてを略奪し、一方でドリュモス市を焼き払い、他方でハラドラ、エロコス、テトロニオン、アムフィカイア、ネオン、ペディエイス、トリテエス、エラテイア、ヒュアンポリス、パラポタミオイ、そしてアバイを[焼き払った]。 そこには、多くの宝物庫や奉納物で装飾された、富裕なアポロンの神殿があった。
ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι.
そこには当時も今もなお神託所がある。
καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν.
彼らはこの神殿をも略奪した上で放火した。
καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι, καὶ γυναῖκας τινὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος.
また、フォキス人のうち何人かを山々の方へ追跡して捕らえ、一部の女性たちを、数の多さに任せて交わることによって死に至らしめた。