§8.33.1πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον, θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον· ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι.
因为他们沿着这条路线顺着凯菲索斯河前进,一路蹂躏一切,一方面烧毁了德里摩斯城,另一方面也[烧毁了]哈拉德拉、埃罗科斯、特特罗尼翁、阿姆菲凯亚、尼翁、佩迪埃伊斯、特里特埃斯、埃拉泰亚、许安波利斯、帕拉波塔米奥伊和阿拜。 在阿拜有一座富丽堂皇的阿波罗神庙,里面装点着许多宝库和奉纳物;无论是当时还是现在,那里都设有神谕所。
καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν.
他们掠夺了这座神庙,并将其付之一炬。
καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι, καὶ γυναῖκας τινὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος.
他们还向山地方向追击并俘获了一些福基斯人,并因人数众多、肆意施暴而蹂躏致死了若干妇女。