§8.26.1ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπʼ Ἀρκαδίης ὀλίγοι τινές, βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι.
さて、アルカディアから少数の脱走兵たちが、暮らしに困窮し、かつ職を得て働きたいと望んで彼らのもとへやって来た。
ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν·
ペルシア人たちは彼らを王の御前に連れて行き、ギリシア人たちが何をしているのかと尋ねた。
εἷς δέ τις πρὸ πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα.
全員を代表して彼らにこれらを問いかけていたのは、ある一人の者であった。
§8.26.2οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν.
彼らはペルシア人たちに、ギリシア人たちはオリュンピア祭を開催し、体育と競馬の競技を観戦しているのだと告げた。
ὁ δὲ ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται·
すると彼は、彼らの間にどのような賞品が設けられており、それをめぐって競い合っているのかと尋ねた。
οἳ δʼ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον.
彼らは、与えられるのはオリーブの冠であると答えた。
ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης ὁ Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος.
その時、アルタバノスの子ティグラネスは、極めて高潔な意見を述べたがために、王から臆病であるとの非難を被ることになった。
§8.26.3πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλʼ οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε.
というのも、彼は賞品が金銭ではなく冠であることを知ると、黙っていることに耐えられず、全員の面前で次のように言ったからである。
παπαῖ Μαρδόνιε, κοίους ἐπʼ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς.
「ああ、マルドニオスよ、お前は我々を、戦うためにどのような男たちのもとへ連れてきたのか。 彼らは金銭のためではなく、徳のために競い合っているのだ。
τούτῳ μὲν δὴ ταῦτα εἴρητο.
」彼によって、これらのことが語られた。