§8.24.1ἐνθαῦτα δὲ τούτων ἐόντων, Ξέρξης ἑτοιμασάμενος τὰ περὶ τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα, προετοιμάσατο δὲ τάδε·
彼らがそこにいる間に、クセルメスは死者の埋葬に関する事柄を整えてから、海軍のもとへ伝令を遣わした。 しかし彼はあらかじめ以下のような手筈を整えていた。
ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν νεκροὶ ἐν Θερμοπύλῃσι (ἦσαν δὲ καὶ δύο μυριάδες), ὑπολιπόμενος τούτων ὡς χιλίους, τοὺς λοιποὺς τάφρους ὀρυξάμενος ἔθαψε, φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος, ἵνα μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ.
テルモピュライで戦死した彼自身の軍勢の者たち(それは二万人にものぼったが)のうち、およそ千人を残して、残りの者たちを、溝を掘って埋葬し、枯葉をかけ土をかぶせたのである。 それは、海軍の軍勢に彼らの姿が見られないようにするためであった。
§8.24.2ὡς δὲ διέβη ἐς τὴν Ἱστιαίην ὁ κῆρυξ, σύλλογον ποιησάμενος παντὸς τοῦ στρατοπέδου ἔλεγε τάδε.
伝令がヒスティアイアに渡ると、全軍の集会を招集して次のように告げた。
ἄνδρες σύμμαχοι, βασιλεὺς Ξέρξης τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν τάξιν καὶ ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ἀνοήτους τῶν ἀνθρώπων, οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ὑπερβαλέεσθαι.
「同盟者の諸君よ、クセルメス王は、あなた方のうち望む者に対して、各自の隊列を離れてやって来て、王が、王の力を凌駕できると期待したあの愚かな人間たちと、いかに戦っているのかを見物することを許しておられる。 」