§8.24.1ἐνθαῦτα δὲ τούτων ἐόντων, Ξέρξης ἑτοιμασάμενος τὰ περὶ τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα, προετοιμάσατο δὲ τάδε·
当他们留在那里时,薛西斯在处理完有关死者的事情后,向海军派遣了一名使者。
ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν νεκροὶ ἐν Θερμοπύλῃσι (ἦσαν δὲ καὶ δύο μυριάδες), ὑπολιπόμενος τούτων ὡς χιλίους, τοὺς λοιποὺς τάφρους ὀρυξάμενος ἔθαψε, φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος, ἵνα μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ.
但他在此之前已作了如下准备:在他自己那在温泉关战死的军队中(人数多达两万),他留下了大约一千人,至于其余的人,他挖了壕沟将他们掩埋,铺上树叶并堆上泥土,以免被海军的士兵们看见。
§8.24.2ὡς δὲ διέβη ἐς τὴν Ἱστιαίην ὁ κῆρυξ, σύλλογον ποιησάμενος παντὸς τοῦ στρατοπέδου ἔλεγε τάδε. ἄνδρες σύμμαχοι, βασιλεὺς Ξέρξης τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν τάξιν καὶ ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ἀνοήτους τῶν ἀνθρώπων, οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ὑπερβαλέεσθαι.
当使者渡海到达赫斯提亚亚后,他召集了全军开会,并说道:“同盟的战士们,薛西斯国王允许你们当中任何愿意的人离开自己的岗位,前来观看他是如何与那些愚蠢的人作战的——那些人竟妄想能战胜国王的力量。 ”