§8.114.1ἐν δὲ τούτῳ τῷ χρόνῳ, ἐν τῷ Μαρδόνιός τε τὴν στρατιὴν διέκρινε καὶ Ξέρξης ἦν περὶ Θεσσαλίην, χρηστήριον ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοισι, Ξέρξην αἰτέειν δίκας τοῦ Λεωνίδεω φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεσθαι.
この間に、すなわちマルドニオスが軍を選別し、クセルクセスがテッサリア付近にいた間に、デルポイからラケダイモン人たちに、クセルクセスにレオニダスの殺害に対する償いを求め、彼から与えられるものを受け入れよ、という神託が届いていた。
πέμπουσι δὴ κήρυκα τὴν ταχίστην Σπαρτιῆται, ὃς ἐπειδὴ κατέλαβε ἐοῦσαν ἔτι πᾶσαν τὴν στρατιὴν ἐν Θεσσαλίῃ, ἐλθὼν ἐς ὄψιν τὴν Ξέρξεω ἔλεγε τάδε.
そこでスパルタ人たちは直ちに伝令を派遣した。 彼は、軍の全体がまだテッサリアに留まっているところに追いつくと、クセルクセスの御前に進み出て、次のように言った。
§8.114.2ὦ βασιλεῦ Μήδων, Λακεδαιμόνιοί τέ σε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Σπάρτης αἰτέουσι φόνου δίκας, ὅτι σφέων τὸν βασιλέα ἀπέκτεινας ῥυόμενον τὴν Ἑλλάδα.
「メディア人の王よ、ラケダイモン人たちとスパルタのヘラクレスの子孫たちは、あなたがギリシアを守ろうとしていた彼らの王を殺害したことに対して、あなたに殺害の償いを求めております。
ὁ δὲ γελάσας τε καὶ κατασχὼν πολλὸν χρόνον, ὥς οἱ ἐτύγχανε παρεστεὼς Μαρδόνιος, δεικνὺς ἐς τοῦτον εἶπε
τοιγὰρ σφι Μαρδόνιος ὅδε δίκας δώσει τοιαύτας οἵας ἐκείνοισι πρέπει.
」すると、王は笑い、長い間沈黙していたが、ちょうどマルドニオスが彼の傍らに立っていたので、この者を指し示して言った。 「それゆえ、ここにいるマルドニオスが、彼らにふさわしいような償いを与えるであろう。 」