§8.111.1οἱ δὲ Ἕλληνες, ἐπείτε σφι ἀπέδοξε μήτʼ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον, τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντες.
ギリシア人たちは、異民族の船をこれ以上先まで追撃することも、また通路を解体するためにヘレスポントスへ航行することもしないと決定すると、アンドロス島を攻略することを望んで包囲した。
§8.111.2πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν, ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε, ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους, πειθώ τε καὶ ἀναγκαίην, οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα, ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες, αἳ καὶ θεῶν χρηστῶν ἥκοιεν εὖ,
というのも、島民の中でアンドロス人が最初にテミストクレスから資金を要求されたものの、これを与えなかったからである。 テミストクレスが、「アテナイ人は自分たちの伴侶として二柱の偉大な神々、すなわち『説得』と『強制』を伴ってやってきたのであり、それゆえ彼ら(アンドロス人)は是が非でも資金を提供しなければならない」という言い分を提示したのに対し、彼らはこれに答えて次のように言った。 アテナイが偉大で繁栄しており、恵み深い神々にも恵まれているというのは道理にかなっている、と。
§8.111.3ἐπεὶ Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας, καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλʼ αἰεὶ φιλοχωρέειν, πενίην τε καὶ ἀμηχανίην, καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα·
しかし、アンドロス人は極限に達するほどの土地の貧しさを抱えており、また「貧困」と「無策」という二柱の役に立たない神々が彼らの島を去ることなく常にその地を愛している。 そして、これらの神々を取り憑かせているアンドロス人は、資金を出すつもりはない。
οὐδέκοτε γὰρ τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω.
なぜなら、アテナイの力が自分たちの無力さを上回ることなど決してないからである、と。