§7.90.1οὗτοι μὲν οὕτω ἐστάλατο, Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν, ἐσκευασμένοι ὧδε·
彼らはこのように装備を整えていたが、キプロス人は150隻の船を提供し、その装備は次の通りであった。
τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα κατά περ Ἕλληνες.
彼らの王たちは頭にミトラを巻き、他の者たちはキトンを着ており、その他の点ではちょうどギリシア人のようであった。
τούτων δὲ τοσάδε ἔθνεα εἰσί, οἳ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων, οἳ δὲ ἀπʼ Ἀρκαδίης, οἳ δὲ ἀπὸ Κύθνου, οἳ δὲ ἀπὸ Φοινίκης, οἳ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ Κύπριοι λέγουσι.
キプロス人にはこれほど多くの民族がおり、彼ら自身の言うところによれば、ある者はサラミスとアテナイから、ある者はアルカディアから、ある者はキュトノスから、ある者はフェニキアから、またある者はエチオピアから来ていた。