§7.90.1οὗτοι μὲν οὕτω ἐστάλατο, Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν, ἐσκευασμένοι ὧδε· τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα κατά περ Ἕλληνες.
这些人如此装备,而塞浦路斯人则提供了一百五十艘船,其装备如下:他们的国王们在头上缠着头巾,其余的人穿着长衫,在其他方面则正像希腊人一样。
τούτων δὲ τοσάδε ἔθνεα εἰσί, οἳ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων, οἳ δὲ ἀπʼ Ἀρκαδίης, οἳ δὲ ἀπὸ Κύθνου, οἳ δὲ ἀπὸ Φοινίκης, οἳ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ Κύπριοι λέγουσι.
在他们之中有如下这些族群:据塞浦路斯人自己说,有的人来自萨拉米斯和雅典,有的人来自阿卡迪亚,有的人来自基斯诺斯,有的人来自腓尼基,还有的人来自埃塞俄比亚。