§7.89.1τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας, ὧδε ἐσκευασμένοι·
三段櫂船の総数は1207隻であり、これらを提供したのは次の方々であった。 すなわち、パレスティナ地方のシリア人たちを伴ったフェニキア人が300隻を提供し、その装備は次の通りであった。
περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν, ἐνδεδυκότες δὲ θώρηκας λινέους, ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια.
頭にはギリシア風にきわめて近く作られた兜をかぶり、リネンの胸当てを身につけ、縁のない盾と投げ槍を持っていた。
§7.89.2οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ λέγουσι, ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν·
このフェニキア人たちは、彼ら自身の言によれば、かつては紅海の沿岸に住んでおり、そこからシリア(の国境)を越えて、海沿いの地に住むようになった。
τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται.
シリアのこの地域、およびエジプトに至るまでの全域はパレスティナと呼ばれている。
Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας.
エジプト人は200隻の船を提供した。
§7.89.3οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά, ἀσπίδας δὲ κοίλας, τὰς ἴτυς μεγάλας ἐχούσας, καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους.
彼らは頭に編み込んだ兜をかぶり、大きな縁のある凹面の盾を持ち、海戦用の槍と大きな戦斧を携えていた。
τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν, μαχαίρας δὲ μεγάλας εἶχον.
彼らの大部分は胸当てを着けており、大きな剣を帯びていた。