§7.91.1Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας.
キリキア人は100隻の船を提供した。
οὗτοι δʼ αὖ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια, λαισήια δὲ εἶχον ἀντʼ ἀσπίδων ὠμοβοέης πεποιημένα, καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες·
彼らは頭に現地特有の兜を被り、盾の代わりに未なめしの牛皮で作られた軽い盾を持ち、毛織物のキトンを着ていた。
δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον, ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα.
また、各自2本の投げ槍と、エジプトの曲刀に極めて似せて作られた剣を持っていた。
οὗτοι δὲ τὸ παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο, ἐπὶ δὲ Κίλικος τοῦ Ἀγήνορος ἀνδρὸς Φοίνικος ἔσχον τὴν ἐπωνυμίην.
彼らは古くはヒュパカイオイと呼ばれていたが、フェニキア人アゲノルの子キリクスにちなんでその名を得た。
Πάμφυλοι δὲ τριήκοντα παρείχοντο νέας Ἑλληνικοῖσι ὅπλοισι ἐσκευασμένοι.
パンプリア人は30隻の船を提供し、ギリシアの武具を装備していた。
οἱ δὲ Πάμφυλοι οὗτοι εἰσὶ τῶν ἐκ Τροίης ἀποσκεδασθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι.
これらのパンプリア人は、アムピロコスやカルカスとともにトロイアから離散した人々の末裔である。