§7.8C.1τούτων μὲν τοίνυν εἵνεκα ἀνάρτημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δὲ ἐν αὐτοῖσι τοσάδε ἀνευρίσκω λογιζόμενος·
それゆえ、私は彼らに対して遠征する準備を整えているのであるが、よく考えてみると、このことの中にこれほど多くの利益を見出すのである。
εἰ τούτους τε καὶ τοὺς τούτοισι πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώρην, γῆν τὴν Περσίδα ἀποδέξομεν τῷ Διὸς αἰθέρι ὁμουρέουσαν.
すなわち、もし我々が彼らと、彼らに隣接する者たち、つまりフリュギア人ペロプスの領土に住む者たちを征服するならば、我々はペルシアの地をゼウスの天空と境を接するものにするであろう。
§7.8C.2οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιος ὅμουρον ἐοῦσαν τῇ ἡμετέρῃ, ἀλλὰ σφέας πάσας ἐγὼ ἅμα ὑμῖν χώρην θήσω, διὰ πάσης διεξελθὼν τῆς Εὐρώπης.
というのも、太陽は我々の領土と境を接するいかなる土地をも見下ろすことはなくなり、むしろ私があなた方とともにヨーロッパ全土を通り抜けることで、それらすべてを我々の一つの領土とするであろうからである。
§7.8C.3πυνθάνομαι γὰρ ὧδε ἔχειν, οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνος οὐδὲν ἀνθρώπων ὑπολείπεσθαι, τὸ ἡμῖν οἷόν τε ἔσται ἐλθεῖν ἐς μάχην, τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων.
私は次のように状況がなっていると聞いている。 すなわち、私が今挙げた人々が排除されたならば、我々が戦いを交えることができるような、人間のいかなる都市もいかなる民族も残されてはいない、と。
οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι.
このようにして、我々に対して罪のある者たちも、罪のない者たちも同様に、奴隷の軛を負うことになるであろう。