§7.70.1τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης, οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο) προσετετάχατο τοῖσι Ἰνδοῖσι, διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι, φωνὴν δὲ καὶ τρίχωμα μοῦνον·
さて、エジプトの南に住むエチオピア人とアラビア人はアルサメスが率いていたが、日の昇る方角(東方)のエチオピア人たち(というのは、二種のエチオピア人が従軍していたからである)は、インド人たちとともに配備されていた。 彼らは外見においては他方と全く異ならず、ただ言語と髪の毛だけが異なっていた。
οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχες εἰσί, οἱ δʼ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων.
すなわち、東方のエチオピア人たちは直毛であったが、リビアからの者たちは、すべての人類の中で最も縮れた髪をしていたからである。
§7.70.2οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο, προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ·
アジアからのこれらエチオピア人たちは、大部分の装備はインド人と同様に整えていたが、頭には、耳とたてがみごと剥ぎ取った馬の額皮を被っていた。
καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον·
そして、たてがみが兜の総の役割を果たし、馬の耳はまっすぐ立てられた状態になっていた。
προβλήματα δὲ ἀντʼ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς.
また、盾の代わりの防御用具として、彼らは鶴の皮を用いていた。