§7.70.1τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης, οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο) προσετετάχατο τοῖσι Ἰνδοῖσι, διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι, φωνὴν δὲ καὶ τρίχωμα μοῦνον·
至于埃及上方的埃塞俄比亚人和阿拉伯人,是由阿尔萨梅斯统帅的;而来自日出方向(东方)的埃塞俄比亚人(因为实际上有两类埃塞俄比亚人参战)则被编入印度人的队伍中,他们在外观上与另一类并无不同,仅在语言和头发上有所区别。
οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχες εἰσί, οἱ δʼ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων.
因为来自日出方向的埃塞俄比亚人头发是直的,而来自利比亚的那些人则拥有全人类中最卷曲的头发。
§7.70.2οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο, προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ· καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον· προβλήματα δὲ ἀντʼ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς.
这些来自亚洲的埃塞俄比亚人,大部分装备都和印度人一样,但他们的头上戴着剥下来的马额皮,连同耳朵和鬃毛一起;鬃毛起到了头盔羽冠的作用,而马耳朵则直立固定着;至于防具,他们用鹤皮来代替盾牌。