§7.6.1ταῦτα ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι.
マルドニオスがこのようなことを語ったのは、新たな企てを望む者であり、自らギリシアの総督になりたいと願っていたからであった。
χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε ὥστε ποιέειν ταῦτα Ξέρξην·
そして時が経つにつれて彼は目的を遂げ、クセルクセスを説得してこれらのことを行わせるに至った。
συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην.
というのも、クセルクセスが説得されるにあたって、味方となる他のいくつかの出来事も重なったからである。
§7.6.2τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα·
一方では、テッサリアからアレウアスの家系の者たちのもとより到着した使節たちが、ギリシアに対してあらゆる熱意を示しながら王の遠征を懇請していた。
οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες.
このアレウアスの家系の者たちはテッサリアの王たちであった。
τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι, καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ·
他方では、スサへと上ってきていたペイシストラトスの息子たちが、アレウアスの家系の者たちと同じ主張を繰り返しており、さらにそれらに加えて、何かさらに多くのものを王に差し出していた。
§7.6.3ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον, χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου, ἀναβεβήκεσαν, τὴν ἔχθρην προκαταλυσάμενοι.
彼らはアテナイ人の男オノマクリトス(神託の解釈者であり、ムーサイオスの神託の編纂者であった)を伴って上ってきていたが、あらかじめ彼との敵対関係を解消していた。
ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων, ἐπʼ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης.
というのも、オノマクリトスは以前、ペイシストラトスの息子ヒッパルコスによってアテナイから追放されていたのである。 ヘルミオネのラソスによって、ムーサイオスの神託の中に、レムノス島に隣接する島々が海中に消え去るだろうという神託を偽造して挿入した現行犯で捕らえられたからであった。
§7.6.4διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος, πρότερον χρεώμενος τὰ μάλιστα.
それゆえにヒッパルコスは、以前は彼をこの上なく重用していたのであるが、彼を追放したのである。
τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος, λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους, κατέλεγε τῶν χρησμῶν·
しかし今回、彼は一緒に上って行き、王の前に出ると(その際ペイシストラトスの息子たちは彼のことを大層褒めちぎっていたのだが)、いくつかの神託を読み上げて聞かせた。
εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν, ὁ δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπʼ ἀνδρὸς Πέρσεω, τήν τε ἔλασιν ἐξηγεόμενος.
もし何か異民族に災いをもたらすものが含まれていた場合には、それらについては一切語らず、最も都合の良いものを選び出して、ヘレスポントス海峡がペルシア人の男によって架橋されるべき運命にあるということなどを語り、その遠征計画を説明したのである。
§7.6.5οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι.
このようにして、彼が神託を唱えて働きかけ、またペイシストラトスの息子たちやアレウアスの家系の者たちもそれぞれの意見を表明して迫ったのである。