§7.6.1ταῦτα ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι.
He said these things because he was a desirer of new enterprises and wished to be himself the governor of Greece.
χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε ὥστε ποιέειν ταῦτα Ξέρξην· συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην.
And in time he accomplished his purpose and persuaded Xerxes to do these things; for other circumstances also occurred which helped him in persuading Xerxes.
§7.6.2τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα· οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες.
On the one hand, messengers who had arrived from Thessaly on behalf of the Aleuadae were calling upon the king, showing all eagerness against Greece; and these Aleuadae were kings of Thessaly.
τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι, καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ· §7.6.3ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον, χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου, ἀναβεβήκεσαν, τὴν ἔχθρην προκαταλυσάμενοι.
On the other hand, those of the Peisistratidae who had gone up to Susa, holding to the same arguments as the Aleuadae, were pressing him even more besides this; they had gone up having with them Onomacritus, an Athenian man, a chresmologue and arranger of the oracles of Musaeus, after they had first reconciled their enmity.
ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων, ἐπʼ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης.
For Onomacritus had been banished from Athens by Hipparchus, the son of Peisistratus, having been caught in the act by Lasus of Hermione of inserting into the oracles of Musaeus a prophecy that the islands lying off Lemnos would disappear into the sea.
§7.6.4διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος, πρότερον χρεώμενος τὰ μάλιστα.
For this reason Hipparchus had banished him, though having previously employed him most highly.
τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος, λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους, κατέλεγε τῶν χρησμῶν· εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν, ὁ δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπʼ ἀνδρὸς Πέρσεω, τήν τε ἔλασιν ἐξηγεόμενος.
But at this time, having gone up with them, whenever he came into the presence of the king, while the Peisistratidae spoke grandly of him, he would recite from the oracles; if there were anything in them bringing disaster to the barbarian, he would say nothing of it, but choosing out the most fortunate parts, he would say that the Hellespont must be bridged by a Persian man, and would explain the march.
§7.6.5οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι.
So he pressed his suit by chanting oracles, and both the Peisistratidae and the Aleuadae did so by displaying their opinions.