§7.23.1πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέμονται, ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα·
アトスに居住する町々はこれらである。 他方、異民族たちは、その土地を部族ごとに分割して、次のように掘った。
κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι, ἐπείτε ἐγίνετο βαθέα ἡ διῶρυξ, οἳ μὲν κατώτατα ἑστεῶτες ὤρυσσον, ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων, οἳ δʼ αὖ ἐκδεκόμενοι ἑτέροισι, ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω·
サネの町に沿って一本の直線を引いて縄を張り、運河が深くなるにつれて、ある者たちは最下部に立って掘り、他の者たちは順次掘り出される土を、足場の上に立っているより上方の他の者たちへ手渡し、彼らはまたそれを受け取ってさらに別の者たちへと送り、ついに最上部の人々のところに達するまでそうした。
οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον.
そしてこの最上部の人々が、それを運び出しては捨てたのである。
§7.23.2τοῖσι μέν νυν ἄλλοισι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος πόνον διπλήσιον παρεῖχον·
フェニキア人を除く他の者たちにとっては、掘り割りの崖が崩れ落ちたため、二倍の労力がかかることになった。
ἅτε γὰρ τοῦ τε ἄνω στόματος καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων, ἔμελλέ σφι τοιοῦτο ἀποβήσεσθαι.
というのも、彼らは上部の開口部も下部の底部も同じ寸法にしていたので、彼らにとってこのような結果になるのは避けられなかったからである。
§7.23.3οἱ δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ.
しかしフェニキア人たちは、他のさまざまな仕事においても、そしてとりわけこの仕事においても、その才覚を示した。
ἀπολαχόντες γὰρ μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε, ὤρυσσον τὸ μὲν ἄνω στόμα τῆς διώρυχος ποιεῦντες διπλήσιον ἢ ὅσον ἔδεε αὐτὴν τὴν διώρυχα γενέσθαι, προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί·
すなわち、彼らは自分たちに割り当てられた分を分担して受け取ると、運河の上部の開口部を、運河自体が最終的にならねばならない幅の二倍の広さにして掘り進め、工事が進むにつれて常に幅を狭めていった。
κάτω τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον.
こうして、底部に達したときには、その工事は他の者たちのものと等しい幅になったのである。
§7.23.4ἐνθαῦτα λειμών ἐστι, ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον·
そこには草地があり、彼らのための市場や取引所が設けられていた。
σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος.
また、アジアからは製粉された多くの穀物が彼らのもとへ送られてきていた。