§7.188.1ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων·
他方、海軍のほうは、出航して航行し、カスサナイアの町とセピアス岬の間にあるマグネシア地方の海岸に到着すると、船の最初のものは陸の近くに停泊し、他はそれらの後ろに錨を下ろして停泊した。
ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου, πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.
というのも、海岸が広くなかったので、船は海に向かって、また八隻の深さに(八列になって)並んで停泊したからである。
§7.188.2ταύτην μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι.
この夜はこのように過ぎたが、夜明けとともに、晴天と凪から一転して海が沸き立ち、大嵐と、これらの地方に住む人々がヘレスポンティアスと呼ぶ強い東風が彼らに襲いかかった。
§7.188.3ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου, οἳ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας, καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν·
さて、彼らのうち、風が強まるのを察知し、また停泊の状況がそれを許した人々は、嵐が来る前にあらかじめ船を陸に引き揚げ、彼ら自身も彼らの船も生き残った。
ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν·
しかし、沖合にいるうちに嵐に捕らえられた船については、あるものはペリオン山にあるイプノイと呼ばれる場所に押し流され、あるものは海岸へと押し流された。
αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον, αἳ δὲ ἐς Μελίβοιαν πόλιν, αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο·
また、セピアス岬そのものの周囲で難破するものもあり、メリボイアの町へ、あるいはカスサナイアへと打ち上げられるものもあった。
ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον.
この嵐の激しさは、まことに耐え難いものであった。