§7.188.1ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων·
至于海军,当他们出发航行,抵达卡斯萨奈亚城与塞皮亚斯角之间的马格尼西亚地方海岸时,最先到达的船只靠岸停泊,其余的则在它们后方下锚停泊。
ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου, πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.
因为海岸并不宽阔,它们便成排向着大海停泊,并排了八艘船的深度。
§7.188.2ταύτην μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι.
这一夜便这样过去;但到黎明时分,原本晴朗无风,海面却突然沸腾起来,一场大风暴和强烈的东风向他们袭来,当地居民称这种风为赫勒斯滂风。
§7.188.3ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου, οἳ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας, καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν· ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν· αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον, αἳ δὲ ἐς Μελίβοιαν πόλιν, αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο·
在他们之中,凡是发觉风势渐强且停泊状况允许的人,都在风暴来临前抢先将船只拖上岸,他们自身和船只得以幸存;但至于那些在冲向外海时被风暴卷走车只,有的被冲到了佩利翁山被称为伊普诺伊的地方,有的被冲上了海岸;有的在塞皮亚斯角周围触礁,有的则被冲上了美里波亚城和卡斯萨奈亚。
ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον.
这场风暴的猛烈程度,确实是无法忍受的。